Wednesday, October 19, 2016

Παρακλητικός Κανών - Άγιος Σιλουανός ο Αθωνίτης


Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:



Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.



Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.




Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί. Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.


Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.




Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.



Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.



Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.



Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.



Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.



Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.



Ὁ νοῦν κρατήσας εἰς κατώτατα ᾍδου, καὶ ἀνελθὼν τῇ ταπεινώσει εἰς ὕψος, θεωριῶν τῇ Χάριτι σεπτὲ Σιλουανέ, δέχου τοὺς προστρέχοντας, πατρικαῖς σου πρεσβείαις, δίδου πεῖραν Πνεύματος, λογισμὸν μετανοίας, ὅπως τῇ γνώσει Πάτερ τοῦ Θεοῦ, ἀξιωθῶμεν, τῆς ἄνω συστάσεως.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.




Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.



Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.



Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Διψητικῶς ἀξίωσον, ζητεῖν Θεόν, ὦ Πάτερ. θανάσιος).



ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.

Διψῶντες τὴν Χάριν τοῦ Ἰησοῦ, προστρέχομεν πίστει, σοὶ ὦ Πάτερ Σιλουανέ, πρεσβείαις ἁγίαις οὖν χορήγει, τὰς δωρεὰς καὶ ἡμῖν θείου Πνεύματος.

Ἱλέωσαι Πάτερ τὸν ἀγαθόν, Δεσπότην καὶ δίδου, τῆς εἰρήνης ἐγκαινισμόν, καρδίαις ζητούσαις τὴν γαλήνην, ἥνπερ παρέχει τὸ Πνεῦμα τὸ Ἅγιον.

Ψυχὰς ἀποκάθαρον τῶν παθῶν, τρισόλβιε Πάτερ, καὶ οἰκίας φωτολαμπεῖς, ἀνάδειξον ταύτας Παρακλήτου, ὡς τὴν ψυχήν σου τελείως ἐκάθηρας.



Θεοτοκίον.

Ἣν ἔσχες ταπείνωσιν ἀληθῆ, Παρθένε παράσχου, σοῖς οἰκέταις ἐγκατοικεῖν, γενέσθαι δὲ πάντας κατὰ χάριν, τοῦ γλυκυτάτου Υἱοῦ Σου σκηνώματα.



ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Τὴν σφοδράν σου ἀγάπην πρὸς τὸν Θεὸν ἔδειξας, διὰ μετανοίας ἀρίστης, μακαριώτατε, ὅρον σου θέμενος, μὴ προσβαλεῖν Τούτῳ ἔτι, ἑκουσίῳ πταίσματι ἢ παραπτώματι.

Ἰησοῦ ἐπικλήσει τῇ ζωηρᾷ σέσωσαι, ὅτε ὁ λυττώτων σοι κύων, Πάτερ προσήγγισε· διό με λύτρωσαι, ἐκ τοῦ κυνὸς διαβόλου, προσευχὴν διδάσκων μοι, τὴν ἀδιάλειπτον.

Κεκμηκότα με Πάτερ ἐκ πονηρῶν πράξεων, στῆσον καὶ ἀνόρθωσον πάλιν τῇ μεσιτείᾳ σου, σὺ γὰρ φιλάνθρωπα, ἐκ δωρεᾶς ἔχεις σπλάγχνα, ἅπερ μοι ἐπίδειξαι, ἵνα δοξάζω σε.



Θεοτοκίον.

Ὡς τὸν ὄφιν Παρθένε τὸν πονηρὸν ἤλασας, ἀπὸ Συμεὼν ἐνυπνίῳ, πάντοτε δίωκε, ἀπὸ καρδίας μου, τὰς ἀκαθάρτους ἐννοίας, σκεῦος καθαρώτατον, ἀποδεικνῦσά με.

Διάσωσον, Σιλουανὲ σαῖς πρεσβείαις τοὺς σοὺς ἱκέτας, ἀπὸ παντοίων ἐπηρειῶν πονηρῶν, καὶ φύλαττε αὐτούς, ἐν τῇ Χάριτι Κυρίου.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.



Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Πρεσβείας τὰς σὰς πλουτοῦντες παμμακάριστε, κινδύνων ἀεί, λυτρούμεθα οἱ δοῦλοί Σου, καὶ Θεὸν γνωρίζοντες, διὰ Χάριτος ὁσιώτατε, Σιλουανὲ ἐκ ψυχῆς, τὸν ὕμνον σοι ἀναπέμπομεν.



ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Σταθερὰν ὡς ἐπέδειξας, ἔφεσίν σου Πάτερ ἀφιερώσεως, οὕτω πάντοτε τὸν δοῦλόν σου, πολιτεύεσθαι Θεῷ ἀξίωσον.

ᾍδου Πάτερ ἐκύκλωσαν,φλόγες τὴν καρδίαν μετανοοῦσάν σου, ὧν με λύτρωσαι τὸν τάλανα, δροσισμὸν παρέχων θείας Χάριτος.

Ξένος γέγονας Ὅσιε, τὸν σταυρὸν ἀράμενος θείου Σχήματος, τὸν Χριστὸν οἰκεῖον ἔχων σοι, ᾯ με παῤῥησίᾳ σου οἰκείωσον.



Θεοτοκίον.

Ἱερὸν ὡς ἀνάθημα, δέδεξαι Παρθένε ἐν θείῳ Ἄθωνι, τὸν Σὸν δοῦλον κατασκέπουσα, μητρικῇ Σου σκέπῃ, ᾗ με σκέπασον.



ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Ὤφθη σοι Χριστός, τῷ πολέμῳ ἀτονήσαντι, καὶ ψυχῆς ἠλλοίωσε ἰσχύν, Ὃν ἀτονοῦντι, ἀντιλήπτορα παράσχου μοι.

Σῶμα καὶ ψυχή, εἰληφότα θείαν ὅρασιν, ἀνεώθησάν σου Πάτερ εὐθύς, κἀμοῦ κραυγάζω, ἀνανεούσθω ἔσω ἄνθρωπος.

Ὄμμα νοερόν, ὥσπερ ἄγγελος ἐτήρησας, ἐν ἀγρυπνίαις ἐκτηκόμενος, καὶ νήψει Πάτερ· διό με νήφειν καταξίωσον.



Θεοτοκίον.

Νέωσον τὸν νοῦν, καὶ καρδίαν μου Θεόνυμφε, ἐγκατασπείρουσα τὸ σπέρμα εὐχῆς, ὡς εὐχομένῳ, τῷ Ὁσίῳ ξένως ἔσπειρας.



ᾨδὴ στ΄. Τὴν δέησιν.

Ζωήν σου, τοὺς ἀδελφοὺς οἰόμενος, δι’ ὧν εὕρισκες Θεὸν τὸν Πατέρα, Σιλουανέ διηκόνεις προθύμως, αὐτοῖς τὴν Χάριν λαμβάνων τοῦ Πνεύματος· διὸ κἀμὲ παρακαλῶ, βλέπειν πάντας ὡς σὺ καταξίωσον.

Ἠλόγησας, τῆς φθαρτῆς σου φύσεως, καὶ ἀγῶνας ὑπὲρ μέτρον ἐτέλεις, φόβον ἐν νῷ, ἔχων μήπως ἐκπέσῃς, τῆς Ἰησοῦ ἀγαπήσεως Ὅσιε, ἧς πάντοτε ἐμὴν ψυχήν, ἐξαρτᾶσθαι εὐχαῖς σου μοὶ δώρησαι.

Τηρήσας σου, εἰς τοῦ ᾅδου πέταυρα, λογισμὸν μακαριώτατε Πάτερ, τῆς ἀγαθῆς, τοῦ Σωτῆρος ἐλπίδος, μὴ μακρυνθῆναι ἠξίωσαι Ὅσιε· διὸ βοῶ σοι ἐκ ψυχῆς· ἐργασίαν τοιαύτην ἐργάζοιμι.



Θεοτοκίον.

Ἐλέους Σου, μητρικοῦ ἀπήλαυσεν, ὁ θεράπων Σου Παρθένε Κυρία, καὶ γὰρ οὐδείς, μετὰ πόθου προσπίπτων, οὐκ ἂν κενὸς πορευθείη τῆς χάριτος, ἧς δέομαι ὁ ἀμελής, ἀπολαῦσαι ἐν βίῳ μου ἅπαντι.

Διάσωσον, Σιλουανὲ σαῖς πρεσβείαις τοὺς σοὺς ἱκέτας, ἀπὸ παντοίων ἐπηρειῶν πονηρῶν, καὶ φύλαττε αὐτούς, ἐν τῇ Χάριτι Κυρίου.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.



Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Διὰ πείρας μαθὼν τὰ θεῖα μυστήρια, τὴν ἀγάπην καλῶς πρὸς πάντας ἐναπέδειξας, ἣν καὶ νῦν Σιλουανέ, τοῖς χρήζουσι πιστοῖς, καὶ προστρέχουσι τῇ σῇ, μεσιτείᾳ ἐπίδειξαι, πάθη ψυχῶν σωμάτων, πόῤῥω ἀποδιώκων, καὶ τὴν τοῦ Πνεύματος χαράν, παρέχων τὴν ἄμισθον.



Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωῆς τῆς δεήσεώς μου.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον.


Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κᾀγὼ ἀναπαύσω ἡμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷος εἰμί, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρὸν ἐστί.


Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.


Ταῖς τοῦ Σου Ὁσίου...πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.


Ταῖς τῆς Θεοτόκου... πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.



Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.



Στ.:  Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου, ἑξάλειψον τό ἀνόμημά μου.



Ὅλην σου τὴν ἔφεσιν, πρὸς τὸν Θεὸν ἀνατείνας, δρόμον τῆς ἀσκήσεως, Πάτερ ὁσιώτατε διεπέρασας, καὶ δραγμοὺς Χάριτος, ἀποδρέψας πόθῳ, νῦν πλουτεῖς παναληθέστατα, τὴν ἑκατόμμοιραν, τοῦ Εὐαγγελίου ὡς εἴρηται· διὸ καὶ τοῖς προστρέχουσι, ῥείθροις τῶν ῥημάτων σου πάρεχε, δροσισμὸν καρδίας, καὶ τρόπους μετανοίας ἀψευδοῦς, Σιλουανὲ θείου Πνεύματος, κτῆτορ καὶ διδάσκαλε.



ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ἱερὰν πολιτείαν τῶν μοναστῶν ᾔνυσας, Πάτερ ἐν πολλῇ κατανύξει, καὶ ἔχων πάντοτε, πρὸ τῶν ὀμμάτων σου, τὴν Παρουσίαν Κυρίου, Ὃν κἀμὲ ἐνώπιον, βλέπειν ἀξίωσον.

Νοῦν τετήρηκας ξένον τῶν κοσμικῶν πράξεων, καὶ θεωριῶν θεοφόρε, διὰ τοῦ Πνεύματος, συγκατερχόμενος, ταλαιπωρίαις τοῦ κόσμου, καὶ εὐχὰς ποιούμενος, ἃς καὶ νῦν ποίησον.

Θρηνωδίας παρῆλθε τῆς τοῦ Ἀδὰμ Ὅσιε, χρόνος ὅτι νῦν ἀπολαύεις, Οὗπερ ἐπόθησας· διὸ ὡς μείζονα, τὴν παῤῥησίαν νῦν ἔχων, τοῦ λαοῦ σου μνήσθητι, φιλοψυχότατε.



Θεοτοκίον.

Ἐν Σταυρῷ ἱσταμένη ὠκεανὸν θλίψεως, ἄχραντε ἐξέπιες ὅμως, χαρᾶς πεπλήρωσαι, ὅτε ἑώρακας, τὸν Σὸν Υἱὸν ἀναστάντα, ἧς χαρᾶς ἀξίωσον, λαὸν ὑμνοῦντά Σε.



ᾨδὴ η΄. Τὸν Βασιλέα.

Οὐρανωθέντες, χορὸς ἁπάντων Ἁγίων, ὑπὲρ κόσμου πρεσβεύετε ἀπαύστως, ἅμα συνευχέτῃ, Σιλουανῷ τῷ θείῳ.

Νίκην εὑρίσκει, ὁ ταπεινῶν ἕως τέλους, τὴν ὑψαύχενον διάθεσιν καρδίας, ἣν εὐχαῖς σου Πάτερ, εὕροιμεν ὑμνηταί σου.

Ὢ τῆς ἀφράστου, φιλανθρωπίας Δεσπότου, τοῦ παρέχοντος παράκλησιν τοῖς δούλοις, Χάριν Παρακλήτου, πρεσβείαις τῶν Ἁγίων.



Θεοτοκίον.

Πάλιν Παρθένε, προσπίπτοντά με προσδέχου, ἐξαιτούμενος Σὴν ἄμαχον πρεσβείαν, δι’ ἧς εὐελπίζω, τυχεῖν τῆς σωτηρίας.



ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Ἀγάπης τὸ ταμεῖον, σὲ καθικετεύων, Σιλουανὲ παμμακάριστε Ὅσιε, διπλῆν μοι ταύτην παράσχου, ταῖς μεσιτείαις σου.

Τὴν φύσιν ὑπερῆρας, Πνεύματι Ἁγίῳ, καὶ ὑπὲρ φύσιν ὡς ἄγγελος ἔζησας, οὕτω βιοῦν ὑμνητάς σου, Πάτερ ἱκέτευε.

Εὐφραίνομαι τρισμάκαρ, βίον μελετῶν σου, καὶ τοῦ Κυρίου ὁρῶν μέγα ἔλεος, Σιλουανὲ ᾧ σωθῆναι, κἀμὲ ἀξίωσον.

Ῥημάτων ἀπορήσας, μίαν ἀνακράζω, φωνὴν ἱκέτιδα Πάτερ μακάριε, τὸν κόσμον ἅπαντα γνῶναι, Πνεύματι Κύριον.



Θεοτοκίον.

Αἰτοῦντί μοι τὸ φῶς Σου, τῷ ἐσκοτισμένῳ, Φωτοκυῆτορ ἀκτῖνα κατάπεμψον, καὶ Βασιλείας φωτός με, μέτοχον ποίησον.







Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Τὸν τῆς μετανοίας καθηγητήν, καὶ φωτὸς ἀκτίστου, ἀπλανέστατον μυητήν, Πνεύματος Ἁγίου, διδάσκαλον καὶ οἶκον, Σιλουανὸν ἐν ὕμνοις, ἀνευφημήσωμεν.

Ἔσπειρας ἐν δάκρυσι δαψιλῶς, Πάτερ θεοφόρε· ὅθεν δράγματα νῦν κρατῶν, ἀρετῶν τῶν θείων, χορήγει τοῖς αἰτοῦσι, Σιλουανὲ θεόφρον, καρποὺς τῆς Χάριτος.

Πνεῦμα τὸ Πανάγιον σαῖς εὐχαῖς, ἐγκαίνισον Πάτερ, τοῖς τιμῶσί σε εὐλαβῶς, καὶ τὸν κόσμον πάντα, ἀξίωσον πλησθῆναι, τῆς γνώσεως Κυρίου, μακαριώτατε.

Πίστει προσκυνοῦντας Σιλουανέ, λειψάνων σου θήκην, χαρισμάτων ζωοποιῶν, πλήρωσον καὶ ζέσιν, ὑπάναψον ἀγάπης, ἵνα σε εὐγνωμόνως, πάντες δοξάζομεν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.


Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί. Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

 
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.


Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.


Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.




Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.



Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Δός μοι, τὴν τοῦ Πνεύματος χαράν, δός μοι τῆς ἀγάπης ὦ Πάτερ, τὴν τελειότητα, δὸς τὴν ἐπιπόθησιν, τοῦ γλυκυτάτου Χριστοῦ, ἀρετῶν τὴν πληρότητα, ταπείνωσιν θείαν, ἵνα πνευματέμφορος, ὅλως δοξάζω σε, Ὄρους τοῦ Ἁγίου ἡ δόξα, καὶ τῆς Ἐκκλησίας τὸ στόμα, ὦ Σιλουανὲ θεομακάριστε.



Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.



Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.



Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.