Saturday, January 16, 2016

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΑΝΤΩΝΙΟΝ ΤΟΝ ΜΕΓΑΝ


Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.

Ὁ Ἀναγνώστης: Ἀμήν.
Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν
καί καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός
ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν,
καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ


Ὁ Ἀναγνώστης: Ἀμήν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ Σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου˙ ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος˙ καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμα μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρὸς Σὲ τάς χεῖρας μου˙ ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν Σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός Σου, ὅτι ἐπὶ Σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς Σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε˙ πρὸς Σὲ κατέφυγον˙ δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά Σου, ὅτι Σὺ εἶ ὁ Θεός μου. Τὸ πνεῦμα Σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου, ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου. Καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου, καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου˙ ὅτι ἐγὼ δοῦλός Σου εἰμί.

Ἦχος δ.΄

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον Αὐτοῦ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Παρά Κυρίου ἐγένετο αὔτη, και έστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.



Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τὸν ἀρχηγὸν τῶν Μοναστῶν καὶ ἀλείπτην, καὶ καρτερόψυχον ἐρήμου Πρωτάρχην, ἀνευφημοῦντες κράξωμεν αὐτῷ οἱ Πιστοὶ Ἅγιε Ἀντώνιε, ταῖς πρεσβείαις σου πάσης, λύπης διασκέδασον σκοτεινότατον νέφος, καὶ τάς ἰάσεις δίδου συμπαθῶς, τοῖς ἀσθενοῦσι καὶ πόθῳ σὲ μέλπουσι.



Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν
αἰώνων.
                                                                                                                            Θεοτοκίον.

Τῇ Θεοτόκω ἐκτενῶς νῦν προσδράμωμεν,ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν, ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς˙Δέσποινα βοήθησον, ἐφ’ ἡμῖν σπλαγχνισθεῖσα˙ σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων˙ μὴ ἀποστρέψῃς Σούς δούλους κενούς˙ Σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.


Ψαλμός 50

λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις Σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ραντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου Σου, καὶ τὸ Πνεῦμά Σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου, καὶ ἀσεβεῖς ἐπὶ Σὲ ἐπιστρέψουσι. Ρύσαὶ με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τὴν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν˙ ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον˙ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν Σου μόσχους.



ᾨδὴ α΄. Ἦχος πλ. δ΄ Ἁρματηλάτην Φαραώ.

Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.

θανασίας καὶ ζωῆς λαβόμενος τῆς αἰωνίου σαφῶς, καὶ τρισυποστάτου αἴγλης ἐμφορούμενος, τῷ φωτισμῷ τῆς χάριτος, τὴν ζοφώδη ψυχήν μου, καταυγασθῆναι δυσώπησον, Πάτερ τῶν Πατέρων Ἀντώνιε.



Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.

Νέος ὑπάρχων ἡλικίᾳ σώματος, καινὴν ὁδὸν ἀρετῆς, περιπατῶν Πάτερ, ἀκινδύνως ἔφθασας, εἰς Οὐρανούς, Ἀντώνιε, τῷ Σωτῆρι πρεσβεύων, ὑπὲρ τῶν πίστει τὴν μνήμην σου, καὶ πόθῳ τελούντων πανόλβιε.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Τρισυποστάτῳ λαμπηδόνι, Πάνσεμνε, ἀεὶ λαμπόμενος, τὸ δυσμενὲς ἅπαν, τῶν δαιμόνων φρύαγμα, καὶ τῶν ἐχθρῶν τὴν ἔπαρσιν, καὶ τάς νόσων ἑφόδους, ἐκ τῶν σῶν δούλων ἀπέλασον, θείαις σου πρεσβείαις, Ἀντώνιε.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ς Θεοῦ Μήτηρ παρρησίαν ἔχουσα, πρὸς τὸν Σὸν Τόκον Ἁγνή, Μονογενῆ Λόγον τοῦ Πατρὸς ὑπάρχοντα, καὶ συμφυῆ τῷ Πνεύματι, δυσωποῦσα μὴ παύσῃ, νόσων δεινῶν τε καὶ θλίψεων, σῶσαι τοὺς πιστῶς σὲ δοξάζοντας.


                                            ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.

Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.

Νενευρωμένῳ λογισμῷ καὶ σταθερᾷ διανοίᾳ τῶν παθῶν καταμαράνας τὴν φλόγα, Οὐρανοὺς περιπολεῖς, ἀοίδιμε Ἀντώνιε, ὑπὲρ ἡμῶν πρεσβεύων, τῶν μετὰ πόθου ὑμνούντων σε.

Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.

σχυροτάτας προσβολὰς δαιμόνων θρασυνομένων, καὶ θηρίων τάς ὁρμὰς μιμουμένων, ὡς κατήσχυνας Σοφέ, κἀμὲ δὴ ἐνδυνάμωσον, καταφρονῆσαι οὕτω, δόλους αὐτῶν καὶ τεχνάσματα.



Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

μοναζόντων ἀρχηγὸς τοῦ σκότους τάς ἐξουσίας, ἐγκρατείᾳ θριαμβεύσας συντόνῳ, νικητὴς ὡς ἀληθῶς Ἀντώνιος ἐγένετο, ὑπὲρ τῶν Ὀρθοδόξων, Θεῷ πρεσβεύων ἀείποτε.


Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Νενεκρωμένον μου τὸν νοῦν, τῇ τῆς ζωῆς ἐνεργείᾳ, τῆς ἐκ σοῦ φανερωθείσης ἐν Κόσμῳ, ἑξανάστησον Ἁγνή, καὶ πρὸς ζωὴν ὁδήγησον͘ σύ γὰρ τῇ του Υἱοῦ Σου ἰσχύ ï Ἅδην κατέλυσας.


Ὠδὴ δ΄. Σύ μου ἰσχὺς Κύριε…

Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.

Τῶν ἀρετῶν, κλίμακι θείᾳ χρησάμενος, σύ ἀνῆλθες, Πάτερ, εἰς Οὐράνια, καὶ τὸν Θεὸν εἶδες καθαρῶς ὅν νῦν ἐκδυσώπει ὑπὲρ σῶν δούλων, Ἀντώνιε, τυχεῖν τῆς σωτηρίας, καὶ ἀφέσεως πάντων, ψυχικῶν μολυσμῶν καὶ κακώσεων.


Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.

λος Θεῷ, ὑποταγείς, ὦ Ἀντώνιε, μόνος μόνῳ, Πάνσεπτε, ἑνούμενος δι’ ἀρετῆς, καὶ καθομιλῶν, καὶ ἀντὶ γηῒνου ἀξιωθεὶς τὴν οὐράνιον, ἀπόλαυσιν ἀξίως, τοῖς πιστῶς σε ὑμνοῦσι, εἰς σωτηρίαν βραβεύεις, θείαις πρεσβείαις σου.


Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Νοῦν καὶ ψυχήν, μεμολυσμένος, ὦ Ὅσιε, τὴν ἀπάτην ἔχων κυριεύουσαν, τοὺς λογισμούς μου ὁ δυστυχής, καὶ τάς φαντασίας τῶν δυσμενῶν ἐχθρῶν πάντοτε, πρὸς σὲ νῦν καταφεύγω, τὸν θερμόν μου προστάτην, ἐλπίζων ταῖς εὐχαῖς σου, τυχεῖν τῆς σωτηρίας.

                       Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Θεὸν ἐκ σοῦ, τὸν σαρκωθέντα δυσώπησον, τὸν ἀτρέπτως, ὅ ἧν διαμείναντα, καὶ φυσικῶς αὐτῷ τῷ Πατρί, καὶ σοὶ τῇ Τεκούσῃ, γενόμενον ὁμοούσιον, ψυχῶν τὴν σωτηρίαν, καὶ σωμάτων ὑγείαν, ἠμῖν τοῖς σὲ ὑμνοῦσι Παρθένε, δωρήσασθαι.



Ὠδή ε΄. Ἵνα τὶ με ἀπώσω.

Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.

νοικοῦντάς σοι ἔχων, πάντας τοὺς Μονάσαντας, αΰλους νόας τε, καὶ ἀπολαμβάνων τὴν Οὐράνιον δόξαν, Ἀντώνιε, μέμνησο τῶν πίστει, καὶ πόθῳ σε ὑμνολογούντων, καὶ τῆς δόξης ἐκείνης ἀξίωσον.



Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.

αμάτων τὴν χάριν, κατ’ ἀσθενειῶν ἀνιάτων ὡς ἔλαβες, καὶ κατὰ δαιμόνων ἐκ Θεοῦ ἐξουσίαν, Ἀντώνιε, οὕτως ἐκ σῶν δούλων, δαιμόνων δόλους καὶ ἐφόδους, καὶ τῶν νόσων, ὦ Πάτερ ἐξάλειψον.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

λασμόν μοι παράσχου, τῶν ἀτοπημάτων λιταῖς σου Ἀντώνιε, καὶ ἐλέησόν με καὶ τὰ ἕλκη ψυχῆς μου θεράπευσον, καὶ ἀπεγνωσμένον ὄντα ἐκλύτρωσαί με τάχει, ἀρετῶν τ’ ἐνδιαίτημα ποίησον.


Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Οἱ σὲ σκέπην πλουτοῦντες, καὶ τῇ σῇ πρεσβείᾳ ἀεὶ ἐγκαυχώμενοι, ἀεννάως, Κόρη, σὲ ὑμνοῦμεν, καὶ πόθῳ γεραίρομεν, Σύ γὰρ εἶ, Παρθένε, μόνη ἐλπὶς τῶν Ὀρθοδόξων, τεῖχος, δόξα, τιμή τε καὶ καύχημα.


Ὠδὴ στ΄. Ἄβυσσος ἁμαρτιῶν.

Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.

Νόμιμον ἀσκητικῶς πολιτείαν ἁπαλῶν ἐξ ὀνύχων, ἀναλαβών, ὦ Πάτερ, δόξης θείας ἠξίωσαι, καὶ ὡς θεῖος ἀριστεὺς στέφος ἀπείληφας τὸ τῆς νίκης, ὑπὲρ ἡμῶν ἀεὶ δεόμενος.



Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.

χοντες πρὸς τὸν Θεὸν ἰσχυρὸν σε πρεσβευτήν, ὦ θεόφρον, καὶ τῶν κινδύνων ῥύστην καὶ προστάτην καὶ πρόμαχον, καταφεύγοντες εἰς σὲ πάντων λυτρούμεθα ἀδοκήτων, νόσων παντοίων καὶ κακώσεων.


Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

ψιστος ἐπὶ τῆς γῆς σὺ γενόμενος ἐν θαύμασι θείοις, τὰ πονηρὰ τοῦ σκότους φυγαδεύεις νῦν πνεύματα, καὶ καθαίρεις τάς πολλὰς ἡμῶν, Ἀντώνιε, ἀσθενείας, καὶ μολυσμοὺς ψυχῆς καὶ σώματος.


Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ψωσας παναληθῶς τὴν πεσοῦσαν τῶν ἀνθρώπων οὐσίαν, ὦ Παναγία Κόρη, τὸν Θεὸν γαλουχήσασα̍ τοῦτον οὖν ὑπὲρ ἡμῶν, τυχεῖν ἀφέσεως ἐγκλημάτων, διηνεκῶς δυσώπει, Πάναγνε.

ντώνιε, τῶν μοναζόντων ἔξαρχός τε καὶ κλέος, ἐν ταῖς ἀπαύστοις εὐχαῖς σου μνημόνευε, ἡμῶν τῶν πίστει σε ἀνυμνούντων.

χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον ὡς ἔχουσα μητρικὴν παρρησίαν.


Αἴτησις καὶ τὸ Κοντάκιον. Ἦχος β'.

Φωτὶ τῷ ἀπροσίτῳ καταλαμπόμενος, ὡς ἀστὴρ ἐξέλαμψας ἐν τῇ ἐρήμῳ, Πανεύφημε· διὸ καὶ τοὺς βιωτικοὺς θορύβους καταλιπών, καὶ τὸν Σταυρὸν ἐπ’ ὤμων ἀράμενος, καταφωτίζεις διδαχαῖς σου, Ἀντώνιε, τοὺς εὐσεβῶς σοι προσπελάζοντες.



Προκείμενον. Ἦχος δ΄.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

Στίχος. Τι ανταποδώσωμεν τω Κυρίω περί πάντων ων ανταπέδωκεν ημίν;



Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν. (στ΄17-23)

Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος μαθητῶν αὐτοῦ καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας, καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἵ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ’αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ· μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε· μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· μακάριοι ἐστέ, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.



Ὁ Ἀναγνώστης: Δόξα σοί Κύριε δόξα σοί.


Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλέημον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ήχος πλ. β΄. Όλην αποθέμενοι…

Μὴ παύσῃ δεόμενος τοῦ Λυτρωτοῦ καὶ Δεσπότου, Ἀντώνιε Ὅσιε, τοῖς τὴν θείαν Μνήμην σου ἑορτάζουσι, πᾶσι δωρήσασθαι ἄφεσιν πταισμάτων, αἰωνίαν ἀπολύτρωσιν, τῶν χαρισμάτων τε, τῶν πνευματικῶν τὴν μετάδοσιν, παθῶν τε τὴν κατάφλεξιν, τῶν φρυγόντων νῦν τὴν καρδίαν ἡμῶν, ψυχῶν σωτηρίαν, καὶ θείαν προστασίαν, Ἀγαθέ, ἵνα ὑμνῶμεν γηθόμενοι τὴν θείαν σου κοίμησιν.



Ὁ Ἱερεὺς.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου, καὶ εὐλόγησον τὴν κληρονομίαν Σου˙ ἐπίσκεψαι τὸν κόσμον Σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς, ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ’ ἡμᾶς τὰ ἐλέη Σου τὰ πλούσια˙ πρεσβείαις τῆς Παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας˙ δυνάμει τοῦ Τιμίου καὶ ζωοποιοῦ Σταυροῦ˙ προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων Ἀσωμάτων˙ ἱκεσίαις τοῦ Τιμίου ἐνδόξου προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου˙ τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων˙ Των Ἁγίων ενδόξων και Καλλινίκων μαρτύρων, των Οσίων και θεοφόρων Πατέρων ημών, τοῦ Ἁγίου τοῦ Ναοῦ, τῶν Ἁγίων θεοπατόρων Ιωακείμ και Άννης, τοῦ Ἁγίου τῆς ημέρας και πάντων σου των Αγίων, ἱκετεύομέν Σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων Σου καὶ ἐλέησον ἡμᾶς.

Ὁ Ἀναγνώστης: Κύριε ἐλέησον. (12 φορές)

Ὠδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας…

Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.

Φοῖνιξ ὥςπερ ἐν οἴκῳ δίκαιος Κυρίου,ὦ Πάτερ, ἐξήνθησας, καρποὺς δικαιοσύνης, ἐξ ὦν οἱ σὲ ὑμνοῦντες διατρέφονται ψάλλοντες· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.

Φωτεινῆς ἐπιπνοίας ἐμφορούμενος, Πάτερ, τοῦ Θείου Πνεύματος, τὰ πνεύματα διώκεις, τάς νόσους θεραπεύεις, τῶν θερμῶς προσιόντων σοι, καὶ προσκυνούντων πιστῶς τὴν θείαν σου εἰκόνα.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

λθοσαν τῶν ἀτόπων πράξεών μου ὕδατα, ἕως Ἀντώνιε, ψυχῆς μου τῆς ἀθλίας, ἰλύϊ κρατουμένης, τῶν παθῶν καὶ τῶν θλίψεων, μὴ ὑπερίδῃς τὸν σὸν δοῦλον, ἀλλ’ οἴκτειρόν με.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μαριὰμ Θεοτόκε, τὸν πρὸ πάντων αἰώνων ἐκυοφόρησας, ἡμῖν ὁμοιωθέντα, δι’ ἄκραν εὐσπλαγχνίαν, ἵνα σώσῃ τοὺς ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.


Ὠδὴ η΄. Τὸν Βασιλέα…

Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.

ν τοῖς ὑψίστοις μετὰ Ἀγγέλων χορεύων, Παμμακάριστε Ἀντώνιε πάντας, τοὺς σὲ ἀνυμνοῦντας, διάσωζε εὐχαῖς σου.

Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.

κετηρίους διηνεκῶς ὑμνωδίας πρὸς τὸν Κτίστην προσάγων, ὦ Πάτερ, μέμνησο τῶν πίστει σε ἀνυμνολογούντων.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Ναμάτων θείων τῆς εὐποιΐας, ὦ Πάτερ, ἐξαπόστειλον ἡμῖν τοῖς σοῖς δούλοις, καὶ δεινῶν παντοίων ἀπάλλαξον εὐχαῖς σου.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Θεογεννῆτορ τῆς ψυχῆς μου τὰ πάθη, καὶ τὰ τραύματα θεράπευσον ἐν τάχει, καὶ τῆς ἁμαρτίας οὐλὰς ἐξαλειψόν μου.



Ὠδὴ θ΄. Κυρίως Θεοτόκον.

Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.

νθέως ἐκτελοῦντες, τὴν θείαν σου μνήμην, Πάτερ Πατέρων Ἀντώνιε Ὅσιε, χαρᾶς ἀπείρου καὶ δόξης ὅλως πληρούμεθα.

Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.

Μὴ παύσῃ ἱκετεύων τὸν Θεὸν τῶν ὅλων, σεβασμιώτατε Πάτερ Ἀντώνιε, λύσιν πταισμάτων δωρήσασθαι ταῖς ψυχαῖς ἡμῶν.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

άσεως τῶν νόσων, τεύξονται οἱ πόθῳ, τῇ σῇ Εἰκόνι Πανόσιε τρέχοντες, καὶ μετὰ πόθου καὶ πίστεως ἀνυμνοῦντές σου.


Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Σύ εἶ Παρθενομῆτορ, ἰσχὺς τῆς ψυχῆς μου, καὶ τοῦ νοός μου ἐλπὶς ἀκαταίσχυντος, φῶς καὶ ζωὴ καὶ παράκλησις τῆς καρδίας μου.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν˙ τὴν ὄντως Θεοτόκον Σὲ μεγαλύνομεν.


Μεγαλυνάρια.

Τὸ τῶν Μοναζόντων ὑπογραμμόν, καὶ τὸν τῆς ἐρήμου πολιοῦχον καὶ οἰκιστήν, στήλην σωφροσύνης καὶ ὁσίων τὸ κλέος, Ἀντώνιον τὸν Μέγαν ἀνευφημήσωμεν.

Ἔχων παρρησίαν πρὸς τὸν Θεόν, τῶν σοί προσιόντων τὰ αἰτήματα συμπαθῶς, τὰ πρὸς σωτηρίαν δίδου ταῖς σαῖς πρεσβείαις, Ἀντώνιε Ὁσίων τὸ ἐγκαλώπισμα.

Πρεσβείαις προσάγαγε τῷ Θεῷ, Ἀντώνιε Πάτερ, ὑπὲρ πάντων τῶν εὐσεβῶν, τῶν πίστει τελούντων τὴν θείαν Κοίμησίν σου, καὶ σῶσον ἐκ κινδύνων καὶ πάσης θλίψεως.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.


Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἰλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός Σου.


Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.


Ὁ Ἱερεύς:Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.


Ὁ Ἀναγνώστης: Ἀμήν.

Ἀπολυτίκιον. Ήχος δ΄.

Τὸν ζηλωτὴν Ἠλίαν τοῖς τρόποις μιμούμενος, τῷ Βαπτιστῇ εὐθείαις ταῖς τρίβοις ἑπόμενος, Πάτερ Ἀντώνιε, τῆς ἐρήμου γέγονας οἰκιστής, καὶ τήν οἰκουμένην ἐστήριξας εὐχαῖς σου. Διὸ πρέσβευε, Χριστῷ τῷ Θεῷ, σωθῆναι τάς ψυχὰς ἡμῶν.

Εἴτα ἐκετενής παρά τοῦ Ἱερέως καί ἀπόλυσις μεθ’ ἤν ψάλλομεν τό κάτωθι τροπάριον.

Ἦχος β΄. Ὄτε ἐκ τοῦ ξύλου

Πάντων προστατεύεις, Ἀγαθέ, τῶν σοί προσιόντων ἐν πίστει, καὶ δεομένων σου· ἔλαβες τὴν χάριν γάρ, παρὰ Χριστοῦ τοῦ Θεοῦ, τοῦ ἰᾶσθαι νοσήματα, ποικίλα καὶ πάθη, δαιμόνων τε φρύαγμα, καταφρονεῖν καὶ θηρῶν. Ὅθεν σοῦ δεόμεθα πάντων, καὶ ἡμᾶς τοὺς σὲ ἀνυμνοῦντας, κινδύνων, Ἀντώνιε, ἀπάλλαξον.

Ἦχος πλ. δ΄

Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄


Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.