Wednesday, December 30, 2015

Χαιρετισμοι Ἁγίου Νέου Ἱερομάρτυρος Ἰωάννου τοῦ ἐξ Ἀγράφων


( ΙΑΝΟΥΑΡΙΟΥ 7)

Κοντάκιον. Ἦχος πλ. Δ΄. Τῇ Ὑπερμάχῳ.



Τὸν Ἰωάννην ἐξ Ἀγράφων Νεομάρτυρα, καὶ ἐν ὑστέροις τοῖς καιροῖς λαμπρῶς ἀθλήσαντα, μακαρίσωμεν καὶ στέψωμεν εὐφημίαις, τοῦ τυράννου καθελὼν γὰρ τὴν δυσσέβειαν, τῷ Δεσπότῃ προσηνέχθη ὥσπερ σφάγιον, ᾧ καὶ κράζομεν· Χαίροις Μάρτυς πανόσιε.



Ἅπασα Θετταλία καὶ Ἀγράφων τὸ ὄρος, σοὺς ἄθλους Ἰωάννη τιμῶσι (ἐκ γ΄)· ἐν ἐσχάτοις γὰρ χρόνοις σαὐτόν, ὡς θυσίαν ζῶσαν τῷ Χριστῷ δέδωκας, διὸ τὸ σὸν μαρτύριον θαυμάζοντες χαρᾷ βοῶμεν·



Χαῖρε, πανένδοξε Νεομάρτυς·



χαῖρε, τρισμάκαρ Ἱερομάρτυς.



Χαῖρε, τῶν ἀρχαίων Μαρτύρων ἰσότιμος·



χαῖρε, ἀμαράντων στεφάνων ἰσόκληρος.



Χαῖρε, ὕψος τῆς ἀθλήσεως, θησαυρὲ πνευματικέ·



χαῖρε, πλοῦτε ὑπερκόσμιε, Ἀθλοφόρων ἐκλεκτέ.



Χαῖρε, ὅτι τιμᾷ σε ἡ γενέθλη σου χώρα·



χαῖρε, ὅτι λαμπρύνεις τῶν Ἀγράφων τὰ ὄρη.



Χαῖρε, κριὲ Χριστοῦ ἐθελόφυτε·



χαῖρε, ἀμνὲ Ἀμνῷ προσφερόμενε.



Χαῖρε, χαρὰ τοῦ Κυρίου καὶ σθένος·



χαῖρε, τομὴν ὑποστὰς τοῦ αὐχένος.



Χαίροις, Μάρτυς πανόσιε.



Βέβαιος παραστάτης ἐν Μονῇ τοῦ Δουσίκου, ἡ κάρα σου ἀοίδιμε πέλει, ὡς ἀδάπανος γὰρ ἰατρός, ἁγιάσματός τε κιβωτὸς ἵστααται, πατράσι τοῖς κραυγάζουσι, ἐν πίστει ὁμοθύμως οὕτω·



Ἀλληλούϊα.



Γένει τῶν μοναζόντων, συνταχθεὶς Ἰωάννη, ἐτήρεις μονοτρόπων τὸν βίον, ἱερεὺς δὲ Ὑψίστου σεπτός, Ἀνδδριανουπόλεως ναὸς γέγονας, ἐνθέως ἥν ἐδρόσισας, εὐχαῖς σου νῦν ἀκούων ταῦτα·



Χαῖρε, κανὼν τοῦ μονήρους βίου·



χαῖρε, σεμνὴ Ἀθλοφόρων δόξα.



Χαῖρε, ἐκλεκτὸν σωφροσύνης κειμήλιον·



χαῖρε, ἀρετῶν ἐνδιαίτημα γνήσιον.



Χαῖρε, ὅτι πεπολίτευσαι ὥσπερ ἄσαρκος ἐν γῇ·



χαῖρε, ὅτι καταλέλυκας, πλάνης ἅπασαν ὀφρῦν.



Χαῖρε, πλῆρες τοῦ Πνεύματος Ἁγίου δοχεῖον·



χαῖρε, πάσης φρονήσεως ἐνθέου ταμεῖον.



Χαῖρε, Χριστοῦ τὸ νέον ἐκλόγιον·



χαῖρε, ποιμὴν καὶ σφάγιον ἅγιον.



Χαῖρε, βλαστὲ οὐρανίου λειμῶνος·



χαῖρε, πολῖτα τοῦ ἄλλου αἰῶνος.



Χαίροις, Μάρτυς πανόσιε.



Δύναμιν οὐρανίαν, ἐνδυθεὶς Ἰωάννη, σῆς ποίμνης ὁδηγὸς κατεστάθης, παρθενεύων ἐν κόσμῳ σεμνῶς, μαθητὴς γνήσιος τοῦ Χριστοῦ γέγονας, σὺν χρόνῳ ἐνθεούμενος, ἀπαύστως τῷ Δεσπότη ψάλλων·



Ἀλληλούϊα.



Ἔσπειρεν ὁ τοῦ ψεύδους, καὶ τοῦ φθόνου γεννήτωρ, οἰκτρὰς διαβολὰς ἡγεμόνι, ὅτι παῖδα ἐξ Ἄγαρ φυλῆς, Ἱερεῖς ἡμῶν Χριστιανὸν ἔχρισαν, λαὸς δὲ ὀσφαινόμενος, ἀρχήν σου μαρτυρίου κράζει·



Χαῖρε, ἡ δόξα Ὁσιοάθλων·



χαῖρε, σταδίου ὁ τροπαιοῦχος.



Χαῖρε, θαυμαστὲ Ἰωάννη πανόλβιε·



χαῖρε, Ἱερεῦ οὐρανόφρον πανόσιε.



Χαῖρε, ὅτι διαβέβλησαι, διὰ πίστιν τοῦ Χριστοῦ·



χαῖρε, ὅτι προγευόμεθα, μαρτυρίου σου σεπτοῦ.



Χαῖρε, ἄνθος Ἀγράφων, ἱερεῖον τὸ νέον·



χαῖρε, ἄστρον Μαρτύρων, καὶ σεμνεῖον ὡραῖον.



Χαῖρε, ψευδῆ εἰς κρίσιν ἀγόμενος·



χαῖρε, χαρᾷ μεγάλη θλιβόμενος.



Χαῖρε, δι’ οὗ Θεὸς ἐξυμνεῖται·



χαῖρε, δι’ οὗ λαὸς ὁδηγεῖται.



Χαίροις, Μάρτυς πανόσιε.



Ζήλῳ οἱ στρατιῶται, τῶν ἀπίστων κινοῦνται, πρὸς σύλληψιν παντὸς ἱερέως, καὶ προσάγουσι δέκα ἑπτά, ἡγεμόνι τῶν Ἀγαρηνῶν Ἅγιε, ἐν οἷς καὶ σὲ ὡς πρώτιστον, θερμῶς πρὸς τὸν Χριστὸν βοῶντα·



Ἀλληλούϊα.



Ἤκουσεν ἅπαν ψεῦδος, ἡγεμὼν τῶν ἀνόμων, θανάτου ἀπειλὰς ἐκστομίζων, καὶ εὐθὺς ἐν δυσώδει εἱρκτῇ, κατεισήγαγέν σε σὺν λοιποῖς πάμφωτε, ἡμεῖς δὲ εὐψυχίαν σου, ὁρῶντες προσλαλοῦμεν ταῦτα·



Χαῖρε, ὁπλῖτα Θεοῦ καὶ Λόγου·



χαῖρε, ἀμύντορ τῆς ἀληθείας.



Χαῖρε, ἀικισμοὺς καὶ εἱρκτὴν ἐκδεξάμενος·



χαῖρε, κολασμοὺς ὑποστὰς ἀγαλλόμενος.



Χαῖρε, ὅτι ἀνεπτέρωσας τὰς ψυχὰς χριστιανῶν·



χαῖρε, ὅτι κατεῤῥάκωσας τὴν ὁρμὴν Ἀγαρηνῶν.



Χαῖρε, τῆς ἀληθείας θεοκίνητα χείλη·



χαῖρε, τῆς εὐσεβείας οὐρανόφωτε πύλη.



Χαῖρε, Χριστοῦ τὰ πάθη μιμούμενος·



χαῖρε, Αὐτῷ σεπτῶς ὁμοιούμενος.



Χαῖρε, ὁ ὄρπηξ ἀρχαίων Μαρτύρων·



χαῖρε, ὁ ὄρχαμος νέων Ἁγίων.



Χαίροις, Μάρτυς πανόσιε.



Θέλων γοῦν ἀλλοιῶσαι, ἡγεμὼν ταὴν σὴν πίστιν, μνετῆλθεν ἀπειλῶων μεθοδείας· ἤ ἀρνεῖσαι εὐθὺς ταὸν Χριστόν, καὶ τιμῶν ἀπολαύεις πολλῶν· ἔκραξεν· ἤ θάνατον ἐκδέχεσαι, σοῦ ψάλλοντος ἀνδρείως οὕτως·



Ἀλληλούϊα.



Ἱλαρᾷ τῇ καρδίᾳ, καὶ στεῤῥᾷ τῇ ἐνστάσει, ἀπίστῳ ἀπεκρίνῳ ὦ Μάρτυς· οὐκ ἀρνοίμην καὶ πάλιν Χριστόν, εἰ χιλίας ἔτι μοι ζωᾶς ἄπιστε, διδοῖες ὅτι μάταιον· διόπερ νῦν ἡμεῖς φωνοῦμεν·



Χαῖρε, ματαίων ὁ ὑπερόπτης·



χαῖρε, ὁ ἔνθεος στρατιώτης



Χαῖρε, τῶν πιστῶν τοῦ Κυρίου ὁ θρίαμβος·



χαῖρε, ὁπαδῶν κορανίου ὁ ὄλεθρος.



Χαῖρε, ὅτι σὺ κατέπτυσας τοῦ τυράννου ἀπειλάς·



χαῖρε, ὅτι ὥσπερ σκύβαλα κατεφρόνησας τιμάς.



Χαῖρε, Μονῆς Δουσίκου, τὸ ἀτίμητον γέρας·



χαῖρε, Ἀγράφων ὄρους, θεοδώρητον κέρας.



Χαῖρε, πυξὶς ἀνδρείας ἡ ἔσχατος·



χαῖρε, ἀσπὶς τῆς πίστεως ἄῤῥηκτος.



Χαῖρε, ὁ ῥέκτης ἀγώνων τῶν θείων·



χαῖρε, ὁ πάροικος πάντων ἐνύλων.



Χαίροις, Μάρτυς πανόσιε.



Κάλλιον στερηθῆναι, βιοτῆς τῆς προσκαίρου, ἤ στέφανον Χριστοῦ ἀπολέσαι, σὺν λοιποῖς Ἰωάννη φωνεῖ ἡγεμὼν δὲ λίαν ἐκμανεὶς πάραυτα, τὸν δήμιον ἐκέλευσεν, πατέρας ἀνελεῖν βοῶντας·



Ἀλληλούϊα.



Λάβρος ὁ σπεκουλάτωρ, τὴν σὴν κάραν ἐκκόπτει, ἥν Ἄγγελοι στεφάνῳ κοσμοῦσι, καὶ τὴν σὴν ἐκλαβόντες ψυχήν, τῷ Χριστῷ προσήνεγκον τιμαῖς χαίροντες, ἡμεῖς δὲ ἀνυμνοῦντές σου, τὴν δόξαν σὺν αὐτοῖς φωνοῦμεν·



Χαῖρε, λαοῦ χριστωνύμου σθένος·



χαῖρε, πιστῶν Ὀρθοδόξων κράτος.



Χαῖρε, λογικὸν μαρτυρίου θυμίαμα·



χαῖρε, νοητὸν εὐσεβείας τὸ ἄρωμα.



Χαῖρε, θῦμα ἱερώτατον Ἰωάννη τοῦ Χριστοῦ·



χαῖρε, ἔρεισμα ἀτίνακτον τοῦ θεόφρονος λαοῦ.



Χαῖρε, ὅτι τῷ ξίφει τὸν αὐχένα ἐτμήθης·



χαῖρε, ὅτι ὡς ἄρνας, τῷ Δεσπότῃ προσήχθης.



Χαῖρε, λαμπρῶς ἐν δόξῃ ὁρώμενος·



χαῖρε, ῥοαῖς αἱμάτων τιμώμενος.



Χαῖρε, συνὼν ὁμηγύρει Μαρτύρων·



χαῖρε, ζωῆς κοινωνῶν ἀθανάτου.



Χαίροις, Μάρτυς πανόσιε.



Μαρτυρίου τὰ ἄθλα, ἔκγονοί σου μαθόντες, παρέλαβον σὴν εὔοσμον κάραν, ὡς λαμπρὸν καὶ σεπτὸν θησαυρόν, ἐν τοῖς οἴκοις ἔχοντες αὐτῶν ὄλβιε, τὴν χάριτας παρέχουσα, σῇ νεύσειν τοῖς βοῶσι πίστει·



Ἀλληλούϊα.



Νέμοντες συγγενεῖς σου, καλὸν εἶναι σὴν κάραν, φυλάττεσθαι ἐν τόπῳ ἁγίῳ, σεβασμίᾳ Δουσίκου Μονῇ, εὐλαβῶς προσήνεγκαν αὐτὴν λέγοντες, ἀγώνων σου τὰ σκάμματα, πατέρων σοι μελπόντων οὕτω·



Χαῖρε, τὸ εὖχος τῆς Θεσσαλίας·



χαῖρε, τὸ ἕρκος τῆς Ἐκκλησίας.



Χαῖρε, τῶν ἀρχαίων Μαρτύρων συνάριθμος·



χαῖρε, τοῦ χοροῦ τῶν Ἁγίων διάκοσμος.



Χαῖρε, πάνσεπτον ὁμοίωμα, καλλινίκων Ἀθλητῶν·



χαῖρε, σέβας καὶ ὑπόδειγμα εὐψυχίας ἱερόν.



Χαῖρε ὁμολογίας θεοκίνητα χείλη·



χαῖρε, τῶν πολεμίων καταισχύνη ἡ δήλη.



Χαῖρε, δι’ οὗ μισάνθρωπος τέτρωται·



χαῖρε, δι’ οὗ ἡ πίστις τετράνωται.



Χαῖρε, πιστῶν ἐξ Ἀγράφων ὁ δρόμος·



χαῖρε, λαοῦ Ὀρθοδόξων ὁ ὅρμος.



Χαίροις, Μάρτυς πανόσιε.



Ξύμπαντες οἱ πατέρες, ἀσπασθέντες σὴν Κάραν, Μονῆς κοιμητηρίῳ πρεπόντως, ἐναπέθεσαν καὶ ἐν χορῷ, εὐφημήσαντές σου ἀρετὴν αἴνεσιν, ἀσμένως συνανέπεμψαν, Χριστῷ τῷ Βασιλεῖ βοῶντες·



Ἀλληλούϊα.



Οὐρανόθεν ἐπέμφθη, φῶς ἑσπέριον Πάτερ, αὐγάσαι σου τὴν πάντιμον Κάραν, καὶ σταθὲν ὑπεράνω αὐτῆς, ὁρατὸν τοῖς πᾶσι μονασταῖς γέγονεν, κυροῦν σὴν ἁγιότητα θαυμάζοντες, δ’ ἡμεῖς βοῶμεν·



Χαῖρε, τὸ κρίνον τῆς Θεσσαλίας·



χαῖρε, ἡ δόξα τῆς Ἐκκλησίας.



Χαῖρε Ἰωάννη, ἀπίστων ἀντίπαλε·



χαῖρε, Ὀρθοδόξου τῆς πίστεως πρόμαχε.



Χαῖρε, ὅτι κατελοῦσθη τὸ κοιμητήριον φωτί·



χαῖρε, ὅτι κατεδείχθη, ἡ ἁγιότης σου βροτοῖς.



Χαῖρε, πλοῦτος σημείων, καὶ θαυμάτων τὸ χάρμα·



χαῖρε, δόξα Ἁγίων, καὶ δαιμόνων τὸ τραῦμα.



Χαῖρε, Μαρτύρων νέων ὁ πρώϊμος·



χαῖρε, τῶν πάλαι τρίβοις ἑπόμενος.



Χαῖρε, λαμπτὴρ φαεινὲ τῶν Ἀγράφων·



χαῖρε, φωστὴρ ἱερὲ τοῦ Δουσίκου.



Χαίροις, Μάρτυς πανόσιε.



Πανδημεὶ οἱ πατέρες, ἐν σεπταῖς ψαλμῳδίαις, Ναῷ μετατεθήκασι Κάραν, καὶ ποιήσαντες θήκην λάμπραν, ταῇ Τραπέζῃ ὥσπερ θησαυρὸν ἔχουσι, πηγήν τε ἁγιάσματος, τοῖς πάσι εὐλαβῶς βοῶσι·



Ἀλληλούϊα.



Ῥεῖθρον τῶν ἰαμάτων, Νεομάρτυς ὑπάρχεις, κρουνός τε θαυμασίων χαρίτων, ἰατρὸς γὰρ παθῶν λοιμικῶν, καὶ παντοίων νόσων χαλεπῶν ἵστασαι, ἀδάπανος πανένδοξε, διό σοι καὶ βοῶμεν αὖθις·



Χαῖρε, ὁ θεῖος Ὁσιομάρτυς·



χαῖρε, ὁ Νέος Ἱερομάρτυς.



Χαῖρε, τῶν ἰάσεων χάριν δεξάμενος·



χαῖρε, τῶν νοσούντων ἀκέστωρ ἀνάργυρος.



Χαῖρε, Πάτερ συμπαθέστατε, τρυχομένων ἰατρέ·



χαῖρε, Μάρτυς εὐμενέστατε, ἱκετῶν σου βοηθέ.



Χαῖρε, ὅτι πυρσεύεις τὴν Μονὴν τοῦ Δουσίκου·



χαῖρε, ὅτι σκεδάζεις λοιμικὰς ἀσθενείας.



Χαῖρε, πιστῶν σεπτὸν ἱλαστήριον·



χαῖρε, λοιμοῦ ταχὺ ἰατήριον.



Χαῖρε, δι’ οὗ θαυμαστὰ ἐνεργοῦνται·



χαῖρε, δι’ οὗ θεραπεῖαι δωροῦνται.



Χαίροις, Μάρτυς πανόσιε.



Σύστημα ἐξ Ἀγράφων, καὶ Καρδίτσης Ἁγίων, σοῖς πόνοις ἐπλουτίσθη τρισμάκαρ, καὶ χορεία τῶν ἕξ διὰ σοῦ, νῦν ἑπτάριθμος Πάτερ σεπτὲ γίγνεται, ἡ Τρίκκη δὲ κατέχουσα, σὴν κάραν συμβοᾷ Καρδίτσῃ·



Ἀλληλούϊα.



Ταμεῖον θαυμάτων, καὶ φαιδρὸν ἰατρεῖον, ξιφότμητος σὴ κάρα ἐδείχθη, λοιμικῆς προσβολῆς γὰρ λαόν, τῶν Ἀγράφων λίαν θαυμαστῶς ἔσωσεν, διόπερ καὶ ἡ Ῥάκοβα σοὶ ψάλλει εὐγνωμόνως οὕτω·



Χαῖρε, λαοῦ ἰατρὲ Ῥακόβης·



χαῖρε, λυτὴρ λοιμοῦ καὶ λώβης.



Χαῖρε, τῶν Ἀγράφων μέγα προπύργιον·



χαῖρε, μοναστῶν τοῦ Δουσίκου προσφύγιον.



Χαῖρε, δώρημα θεόπεμπτον, οὐρανίων στρατιῶν·



χαῖρε, ἕρεισμα νεότευκτον, ἀσθενούντων ἐκ πιστῶν.



Χαῖρε, ὅτι παρέχεις ἰαμάτων τὰς δόσεις·



χαῖρε, ὅτι εὐφραίνεις προσκυνοῦντας σὴν κάραν.



Χαῖρε, τερπνὴ Καρδίτσης παράκλησις·



χαῖρε, σεπτὴ Ἁγίων ἐπίκλησις.



Χαῖρε, πιστῶν ταχινὴ μεσιτεία·



χαῖρε, γοργὴ μοναστῶν προστασία.



Χαίροις, Μάρτυς πανόσιε.



Ὕμνησεν τὴν σὴν χάριν, ὑμνογράφου παντίμου, ἡ χεὶρ ἀκολουθίας συνθέσει, Σεραφεὶμ γὰρ τῆς Ἄρτης ταγός μαρτυρίῳ σου κατανυχθεὶς Ἅγιε, σοὺς ἄθλους ἐμελώδησεν, ἡμεῖς δὲ σὺν αὐτῷ λαλοῦμεν·



Ἀλληλούϊα.



Φωτισμοῦ αἰωνίου, ἐντρυφῶν Ἰωάννη, λαμπρὸς ἐφανερώθης κατ’ ὄναρ, ἱερεῖ τῆς Δουσίκῳ Μονῆς, σὺν αὐτῷ τελῶν ἁγιασμὸν ἔμπροσθεν, σῆς κάρας καὶ ἐγνώκαμεν, μορφήν σου θαυμασμῷ βοῶντες·



Χαῖρε, μορφὴν Γερασίμῳ δείξας·



χαῖρε, τὴν σὴν φανερώσας δόξαν.



Χαῖρε, τραχηλίῳ χρυσοῦν φέρων ἄμφιον·



χαῖρε, μονοτρόπων φορῶν τὰ ἐνδύματα.



Χαῖρε, δέμας ἔχων μέτριον, ὡς λαμπὰς εὐθυτενής·



χαῖρε, βλέμματι πασίχαρις, καὶ ῥοδόχρους τῇ μορφῇ.



Χαῖρε, γένεια ἔχων ὡς Βασίλειος Μέγας·



χαῖρε, πάντερνος ὄψει, καλοήθης τε τρόποις.



Χαῖρε, λευκὸν φορέσας φαιλόνιον·



χαῖρε, σταυρὸν κρατήσας πολύτιμον.



Χαῖρε, γλυκὺ καὶ γαλήνιον ὄμμα·



χαῖρε, σεπτὸν καὶ γλυκόλαλον στόμα.



Χαίροις, Μάρτυς πανόσιε.



Χαῖρέ σοι προσλαλοῦμεν, Ἰωάννη θεόφρον, γενναῖε Ἀθλητὰ τοῦ Κυρίου, Θεσσαλῶν γὰρ ὁ δῆμος ᾠδάς, ἐγκωμίων προσάγει σεπτὰς πρόσδεξαι, δεήσεις οὖν τῶν δούλων σου, ἐκ χρέους σοὶ κραζόντων οὕτω·



Ἀλληλούϊα.



Ψάλλοντας τὴν σὴν δόξαν, ἐνθεώτατε Πάτερ, ἥν ἔλαβες νομίμῳ θυσίᾳ, τῶν ἐσχάτων καιρῶν τοὺς πιστούς, εὐθαρσῶς Χριστὸν ὁμολογεῖν δίδαξον, καὶ πνεῦμα δὸς ἀθλήσεως, τοῖς μέλπουσι σὰ κλέη οὕτω·



Χαῖρε, προσθήκη Ἁγίων νέα·



χαῖρε, ἐσχάτη Χριστοῦ θυσία.



Χαῖρε, τῶν Ἀγράφων φρουρὸς καὶ ἀγλάϊσμα·



χαῖρε μοναστῶν τοῦ Δουσίκου ὡράϊσμα.



Χαῖρε, νέος ὤν τῷ σώματι καὶ τῷ πνεύματι μεστός·



χαῖρε ἄνθος ὡραιότατος, ὅπερ ἔκοψεν Χριστός.



Χαῖρε, φωταγωγία τῶν πιστῶν ἐν ἐσχάτοις·



χαῖρε χειραγωγία ἀσφαλὴς ἐν ἀθλήσει.



Χαῖρε, φωτὶ Θεοῦ ὁ πιστούμενος·



χαῖρε, ἡμῖν ἰάσεις δωρούμενος.



Χαῖρε, δι’ οὗ Θετταλοὶ κραταιοῦνται·



χαῖρε, δι’ οὗ πρὸς ἀγῶνας τονοῦνται.



Χαίροις, Μάρτυς πανόσιε.



Ὤ σεπτὲ Ἰωάννη, στεφανῖτα Κυρίου, Ἁγίων Θετταλίας προσθήκη (ἐκ γ΄)· ψαλλομένην σοι ταύτην ᾠδήν εὐχαρίστως πρόσδεξαι καὶ δὸς ἄφεσιν πταισμάτων ὡς καὶ ἴασιιν, κατ’ ἄμφω τῶν παθῶν σοῖς τέκνοις·



Ἀλληλούϊα.

Περί τοῦ ἀγγέλου μας κατά τήν βάπτιση


Ἐρώτηση: Ὁ φύλακας Ἄγγελος στὸν κάθε ἄνθρωπο δίδεται ἀπὸ τὸν Θεὸ κατὰ τὴν ἐμψύχωση ἢ στὸ μυστήριο τῆς Βαπτίσεως;

Στό μυστήριο τῆς βαπτίσεως ἀποκτᾶ ὁ κάθε ἄνθρωπος τόν ἀποκλειστικό του θά λέγαμε προστάτη ἄγγελο.

Μετά τήν ἐνανθρώπηση οἱ ἄγγελοι εἶδαν φιλεύσπλαγχνα τόν ἄνθρωπο. Μέχρι τότε ἦσαν ἐχθροί του, ἐπειδή παρήκουσε τήν ἐντολή τοῦ Θεοῦ· τώρα ὅμως προστατεύουν γενικῶς τό ἀνθρώπινο γένος.

Κατά τήν βάπτιση ὅμως, ὁ κάθε ἄνθρωπος λαμβάνει τόν προσωπικό του μοναδικό ἄγγελο, κατόπιν ἀτομικῆς ἑκουσίας προσκλήσεώς του.

Αὐτό ἐπιβεβαιώνεται μέ τήν δεύτερη εὐχή τοῦ τρίτου ἀφορισμοῦ τῆς κατηχήσεως, πού προηγεῖται τοῦ μυστηρίου τῆς βαπτίσεως, ἡ ὁποία λέει «Σύζευξον τῇ ζωῇ αὐτοῦ Ἄγγελον φωτεινόν, ῥυόμενον αὐτόν ἀπό πάσης ἐπιβουλῆς τοῦ ἀντικειμένου, ἀπό συναντήματος πονηροῦ, ἀπό δαιμονίου μεσημβρινοῦ, ἀπό φαντασμάτων πονηρῶν». Τό ρῆμα συζεύγνυμι σημαίνει ἑνώνω, συνδέω, βάζω μαζί κάτω ἀπό τόν ζυγό· καί βέβαια ἐννοεῖται στή συγκεκριμένη περίπτωση, ὅτι μαζί μέ τόν ἄγγελο βάζω τόν ἑαυτό μου κάτω ἀπό τόν ἐλαφρύ ζυγό τοῦ Χριστοῦ.

Πιό συγκεκριμένα διδάσκει ὁ Μέγας Βασίλειος: «Στόν καθένα πού ἔχει πιστέψει στόν Κύριο, βρίσκεται διαρκῶς κοντά του ἄγγελος, ἄν βέβαια δέν τόν διώξουμε ἐξ αἰτίας τῶν πονηρῶν ἔργων μας. Διότι ὅπως ὁ καπνός φυγαδεύει τίς μέλισσες καί ἡ δυσοσμία διώχνει τά περιστέρια, ἔτσι καί τόν Φύλακα ἄγγελο τῆς ζωῆς μας τόν ἀπομακρύνει ἡ πολύδακρη καί βρωμερή ἁμαρτία.»

Ἡ ἁμαρτία ἀπομακρύνει ἀπό τή ζωή μας τόν φύλακα ἄγγελο καί μᾶς κάνει ἐκ νέου δούλους τῶν δαιμόνων.

Ἡ ἁμαρτία ἀπογυμνώνει τόν πιστό ἀπό τήν δυναμική ἀσφάλεια τῶν ἁγίων. Ὅταν ὅμως μετανοήσει καί ἐπιστρέψει στόν Θεό, ὁ φύλακας ἄγγελος πάλι τοῦ συμπαρίσταται στόν πνευματικό του ἀγῶνα.

Ὁ φύλακας ἄγγελος, ὅπως διδάσκει ὁ ἅγιος Συμεών Θεσσαλονίκης, μᾶς ὁδηγεῖ στή βασιλεία τῶν Οὐρανῶν, ἀρκεῖ ἐκεῖνος πού βαπτίσθηκε νά διατηρήσει μέ τήν πίστη καί τά ἔργα του ἀμόλυντη τή χάρη τοῦ Ἁγίου Βαπτίσματος.

Ἀλλά καί ὁ συνονόματός του ἅγιος Συμεών ὁ Νέος Θεολόγος λέει ξεκάθαρα ὅτι «ἀφοῦ γεννήθηκα καί μεγάλωσα λίγο, μέ ἀνεκαίνισες μέ τήν ἀνάπλαση τοῦ Ἁγίου βαπτίσματος καί μέ στόλισες μέ τή χάρη τοῦ Ἁγίου Πνεύματος καί μοῦ ἔδωσες φωτεινό φύλακα ἄγγελο».

Tuesday, December 29, 2015

Χαιρετισμοί Οσίας Μακρίνας

 
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.



Τὸν τοῦ Νυμφίου σου ζυγὸν ἐπιποθήσασα, τὴν τῶν ἀζύγων, βιοτὴν εἵλου πανεύφημε,μονοτρόπων καταστᾶσα ἡ ὡραιότης, διὸ πόθῳ μοναζόντων τὰ συστήματα, σὲ τιμῶσι ἐξαιτούμενα πρεσβείαις σου, καὶ κραυγάζοντας·



Χαίροις,μῆτερ θεόληπτε.



Ἄμωμος ὥσπερ κρίνον, τῷ Νυμφίῳ ἐδόθης,τρωθεῖσα τῇ ἐνθέῳ ἀγάπῃ (γ΄)· διόπερ ὡς Κυρίου ἀμνάς, βιοτεύσασα παρθενικῶς σύσκηνος, Ἀγγέλοις νῦν παρίστασαι, Μακρῖνατιμωμένη οὕτω·



Χαῖρε,παρθένους νυμφαγωγοῦσα·



χαῖρε,ἀζύγους καθοδηγοῦσα.



Χαῖρε,σωφροσύνης σεπτὴ ὑποτύπωσις·



χαῖρε,τῶν χαρίτων πηγὴ καὶ φανέρωσις.



Χαῖρε,δεῖγμα παντερπνότατον, ἐναρέτου βιοτῆς·



χαῖρε,θεῖον ἐνδιαίτημα, καθαρᾶς ἀναστροφῆς.



Χαῖρε,ὅτι διέπρεψας τῇ σεπτῇ πολιτείᾳ·



χαῖρε,ὅτι κατέλυσας τῶν παθῶν τυραννίαν.



Χαῖρε,τῷ θείῳ κάλλει ἐκλάμπουσα·



χαῖρε,τοῦ κόσμου τὴν αἴγλην μισήσασα.



Χαῖρε,δι’ ἧς μονασταὶ κραταιοῦνται·



χαῖρε,δι’ ἧς Ἐκκλησία κοσμεῖται.



Χαίροις,μῆτερ θεόληπτε.



Βίῳ ἡγιασμένῳ, μακαρία Μακρῖνα, ἐδόξαζες Ἁγίαν Τριάδα, τὴν τοῦ κόσμου πικρὰν ταραχήν, καὶ θορύβων πᾶσαν ἀφορμὴν ἔφευγες, νηστείαις καὶ δεήσεσιν,σχολάζουσα καὶ ἐκβοῶσα·



Ἀλληλούϊα.



Γόνος οὖσα Ἁγίων, ἑπταρίθμου ὁμάδος,κατέστης πολυτίμητον σκεῦος, Βασιλείου γὰρ τέκνον σεμνοῦ, Ἐμμελείας τε τῆς εὐσεβοῦς γέγονας, Ὁσίων δὲ αὐτάδελφος,διό σοι μελῳδοῦμεν ταῦτα·



Χαῖρε,σπορέων καλῶν ὁ σπόρος·



χαῖρε,σεπτῆς γενεὰς ὁ γόνος.



Χαῖρε,Βασιλείου Ὁσίου τὸ γέννημα·



χαῖρε,ἐγκρατοῦς Ἐμμελείας ἀνάθρεμμα.



Χαῖρε,βάθος δυσερεύνητον, νοερῶν ἐργασιῶν·



χαῖρε,καύχημα γονέων σου, καὶ πανίερος βλαστός.



Χαῖρε,ὅτι ἀπείληφας βραβεῖον τῆς νίκης·



χαῖρε,ὅτι συνέτριψας βελίαρ παγίδας.



Χαῖρε,ἐν κόσμῳ μόνη βιώσασα·



χαῖρε,ἀζύγων τάξεις πυρσεύουσα.



Χαῖρε,Μακρίνης προγόνου σου εὖχος·



χαῖρε,πολλῶν ὁμωνύμων σου αἶνος.



Χαίροις,μῆτερ θεόληπτε.





Δόξης τῆς τῶν Ὁσίων, κοινωνὸς κατεστάθης,πλησθεῖσα χαρισμάτων ἐνθέων, τῇ ἀσκήσει γὰρ πάθη ψυχῆς, τὰ πικρὰ ἐνέκρωσας σεμνὴ τάχιστα, ὡς ἄγγελος ἐν σώματι, βιοῦσα καὶ Θεὸν ὑμνοῦσα·



Ἀλληλούϊα.



Εἰρηναίαν πορείαν, προσευχῇ καὶ ἀσκήσει,διήνυσας Μακρῖνα ἐν βίῳ, ὅθεν γέγονας θεῖος πυρσός, ἀρετῆς τε λύχνος φαεινὸς ἅπασι, διὸ καὶ τὰ συστήματα, ἀζύγων σοι βοῶσι ταῦτα·



Χαῖρε,σεπτῆς συγγενείας γόνος·



χαῖρε,ἁγίας ἀμπέλου κλῶνος.



Χαῖρε,Βασιλείου Μεγάλου αὐτάδελφος·



χαῖρε,Γρηγορίου τῆς Νύσσηςἡ ὅμαιμος.



Χαῖρε,μήτηρ ἡ γεννήσασα, ἀπογόνοις ἐν Χριστῷ·



χαῖρε,βότρυν γεωργήσασα, τὸν τῆς χάριτος ψυχῇ.



Χαῖρε,εὔχρηστον σκεῦος, ἱερᾶς ἐργασίας·



χαῖρε,ἄσειστε πῦργε, μοναστῶν προστασία.



Χαῖρε,σαρκὸς μισοῦσα εὐπάθειαν·



χαῖρε,Χριστοῦ ζητοῦσα τὴν εὔνοιαν.



Χαῖρε,δι’ ἧς οἱ πιστοὶ εὐλογοῦνται·



χαῖρε,δι’ ἧς εὐσεβεῖς ὁδηγοῦνται.



Χαίροις,μῆτερ θεόληπτε.



Ζῶσα ἐν ἐγκρατείᾳ, μονοτρόπων ὁ τύπος,κατέστης ἀκριβέστατος μῆτερ, καὶ ὡς ἄσαρκος οὖσα σαρκί, ἀρετῆς ἐργάτις τοῖς πιστοῖς δέδειξαι, διὸ καὶ σοὶ προσήρχοντο, παρθένοι τῷ Θεῷ βοῶσαι·



Ἀλληλούϊα.



Ἡσυχίᾳ ἐνθέῳ, ἀσκουμένη ἐν οἴκῳ,προσείλκυες παρθένων χορείας, ψυχοσώτειραν ὅθεν Μονήν, μετ’ αὐτῶν συνέπηξας σεμνὴ πάντερπνον, Ἁγίων ἐνδιαίτημα, διό σοι εὐλαβῶς φωνοῦμεν·



Χαῖρε,ἀμνὰς Χριστοῦ ἡ ἁγία·



χαῖρε,παρθένων παιδαγωγία.



Χαῖρε,τῶν Ὁσίων πλουτοῦσα τὴν σύνοδον·



χαῖρε,μονοτρόπων ἀκρότης τυγχάνουσα.



Χαῖρε,σάρκαν ἡ δουλώσασα, πόνοις τοῖς ἀσκητικοῖς·



χαῖρε,φύσιν ἡ βιάσασα, κόποις τοῖς διηνεκοῖς.



Χαῖρε,ὅτι συνήγαγες παρθένων χορείαν·



χαῖρε,ὅτι ἐδίδασκες ζωὴν οὐρανίαν.



Χαῖρε,ταμεῖον θείων ἐλλάμψεων·



χαῖρε,σφραγὶς ὁσίας βιώσεως.



Χαῖρε,συνοῦσα χοροῖς τῶν Ἀγγέλων·



χαῖρε,ὑμνοῦσα Θεὸν Παραδείσῳ.



Χαίροις,μῆτερ θεόληπτε.



Θεῷ νύμφη ἐδόθης, μυστικῶς συναφθεῖσα,Νυμφίῳ ἐν σεμνότητι βίου, καὶ τῷ κάλλει Αὐτοῦ σεαυτήν, ὡραΐσασα πνευματικῶς εἴληφας,τὸ δώρημα ἰάσεως, βοῶσα πρὸς τὸν Ζωοδότην·



Ἀλληλούϊα.







Ἰωγὴ φερωνύμων, ἀσκουμένων τυγχάνεις, Μακρῖνα θεοδόξαστε μῆτερ, προσιούσαις σοι γὰρ εὐλαβῶς, ἀρωγὸς παρίστασαι θερμὸς τάχιστα, διὸ καὶ σοὶ προσάδωμεν, θεόφρον γηθοσύνως ταῦτα·



Χαῖρε,χρηστῶν ἠθῶν ἐκμαγεῖον·



χαῖρε,σεπτὸν Χριστοῦ βραβεῖον.



Χαῖρε,ἀπαθείας καὶ νήψεως κλέϊσμα·



χαῖρε,προσευχῆς καὶ ἀσκήσεως βλάστημα.



Χαῖρε,γάλακτι ὁσίῳ, ἡ ἐκτραφεῖσα εὐσεβῶς· χαῖρε, καύχημα πανθαύμαστον, αὐταδέλφων εὐλαβῶν.



Χαῖρε,ὅτι ἐδείχθης χοϊκῶν ὑπερτέρα·



χαῖρε,ὅτι συντρίβεις ἀντιδίκου τὸ κέρας.



Χαῖρε,ὀσμὴ σεπτῆς ἐνασκήσεως·



χαῖρε,τομὴ λεπτὴ συνειδήσεως.



Χαῖρε,δι’ ἧς ἡ Τριὰς ἐξυμνεῖται·



χαῖρε,δι’ ἧς Ἐκκλησία τρανοῦται.



Χαίροις,μῆτερ θεόληπτε.



Καθυμνῶ σε Μακρῖνα,καὶ τιμῶ σου τὸ γένος, ἁγίας ἑπταρίθμου χορείας, σὺν γονεῦσι αἰνῶ ἀδελφούς, τὸνΒασίλειον θαυματουργὸν πάνσεμνε, τὸν Πέτρον καὶ Γρηγόριον,βοῶντας σὺν τῷ Ναυκρατίῳ·



Ἀλληλούϊα.



Λάμψασα τῇ ἀσκήσει, καταφύγιον θεῖον, ἐγένου τοῖς θελούσαις σωθῆναι, ἀκλινῶς γὰρ τὸν Λόγον Θεοῦ, ἐκτελοῦσα πλήθη γυναικῶν ᾔεσαν,φοιτῆσαι πρὸς σεμνεῖόν σου, διό σοι θαυμαστῶς βοῶμεν·



Χαῖρε,λαμπὰς τῷ Θεῷ καιομένη·



χαῖρε,ἀγάπῃ Χριστοῦ τηκομένη.



Χαῖρε,πονηρῶν δαιμονίων διώκτρια·



χαῖρε,τῶν καλούντων σε πίστει ἐπόπτρια.



Χαῖρε,ἄκουσμα παρήγορον, τῶν ἐν θλίψει μοναστῶν·



χαῖρε,ἔρεισμα ἀκλόνητον, πάντων τῶν χριστιανῶν.



Χαῖρε,ὅτι σὸς βίος ἀκηλίδωτος ἔστη·



χαῖρε,ὅτι ἀντέστης πρὸς σαρκὸς τὰς ὀρέξεις.



Χαῖρε,κανὼν νομίμων ἀσκήσεων·



χαῖρε,σπινθὴρ ἐνθέων ἐλλάμψεων.



Χαῖρε,πηγὴ ἀειῤῥόων ναμάτων·



χαῖρε,αἰτία ποικίλων θαυμάτων.



Χαίροις,μῆτερ θεόληπτε.



Μακαρία τυγχάνεις, θεοφόρε Μακρῖνα, συνοῦσα τοῖς χοροῖς Ἀσωμάτων, κατατήξασα πόνοις πολλοῖς, τὸ σαρκίον χάριν ἐκ Θεοῦ εἴληφας, καὶ δόξης κατηξίωσαι, διὸ καὶ νῦν Θεῷ προσάδεις·



Ἀλληλούϊα.



Νῆψιν δός μοι ὦ μῆτερ, καὶ ἐγκράτειαν πᾶσαν,δαιμόνων ὅπως φεύγω τὰς πλάνας, ἀπαθείας δὲ πλησμονήν, ὁμωνύμοις δώρησαι ταχὺ πάντιμε, ταῖς πίστει προσιοῦσαίς σοι, καὶ πόθῳ ἐκ ψυχῆς βοῶσαι·



Χαῖρε,ἁγνὴ τοῦ Κυρίου νύμφη·



χαῖρε,τερπνὸν μονοτρόπων ἄνθος.



Χαῖρε,Ἐκκλησίας λαμπρὸν ἐγκαλλώπισμα·



χαῖρε,μοναζόντων στεῤῥὸν περιτείχισμα.



Χαῖρε,κλέος ἀνεξάντλητον, ἀσκουμένων εὐλαβῶν·



χαῖρε,δώρημα ταχύτατον, θεοσδότων ἀρετῶν.



Χαῖρε,ὅτι πυρσεύεις τὰς ψυχὰς εὐσεβούντων·



χαῖρε,ὅτι φαιδρύνεις τῶν πιστῶν διανοίας.



Χαῖρε,τῆς ἄνω δόξης τὸ ἔσοπτρον·



χαῖρε,φωτὸς ἀΰλου συμμέτοχος.



Χαῖρε,δι’ ἧς στερεοῦται ἡ πίστις·



χαῖρε,δι’ ἧς ἐξυμνεῖται ὁ Κτίστης.



Χαίροις, μῆτερ θεόληπτε.



Ξενωθεῖσα τῆς ὕλης, γλυκασμῶν καὶ ἡδέων,πρὸς σκάμματα ἀσκήσεως μῆτερ, ηὐτομόλησας πόθῳ Χριστοῦ, τετρωμένη ὅθεν μοναστῶν τάγματα, τιμῶσι τοὺς ἀγῶνάς σου, καὶ πίστει τῷ Θεῷ βοῶσι·



Ἀλληλούϊα.



Ὄμβροις τῶν σῶν δακρύων, καταρδεύεις Μακρῖνα, τὰ στάδια καλῶς ἀσκουμένων, καὶ γονίμους ποιεῖς τὰς εὐχάς, εἰσακούη γὰρ παρὰ Θεοῦ ἔχουσα, πρεσβείαν ἀκατάβλητον, ὑπὲρ τῶν σὲ τιμώντων οὕτω·



Χαῖρε,Μακρῖνα Χριστοῦ ὁ οἶκος·



χαῖρε,λαοῦ εὐσεβοῦς τὸ τεῖχος.



Χαῖρε,λογισμῶν τὸ σεπτὸν ἐργαστήριον·



χαῖρε,ἀσκητῶν μελιχρὸν φροντιστήριον.



Χαῖρε,μέγα ἐνδιαίτημα, τῆς τοῦ Πνεύματος χαρᾶς·



χαῖρε,δείκτης ὁ πρὸς Κύριον, προσορμίζων τὰς ψυχάς.



Χαῖρε,ἡ ἀγαπήσασα καρποὺς ἡσυχίας·



χαῖρε,ἡ ἐκμισήσασα τὴν τοῦ κόσμου μωρίαν.



Χαῖρε,φυτὸν τῆς χάριτος γνήσιον·



χαῖρε,κανὼν ἁγνείας πολύτιμος.



Χαῖρε,τὸ πάλλευκον κρίνον ἐρήμου·



χαῖρε,πλουτοῦσα Ἀγγέλων τὸν δῆμον.



Χαίροις,μῆτερ θεόληπτε.



Πάθη ἐξ ἁμαρτίας, ἐξαιτοῦμαι Μακρῖνα, καθαίρειν ῥυπτικαῖς σου πρεσβείαις, καὶ τῇ σῇ ἀρωγῇ ἀπ’ ἐμοῦ, πονηρὰ δαιμόνια μακρὰν δίωξον, ἵνα τῷ σὲ δοξάσαντι, Θεῷ πανευλαβῶς κραυγάζω·



Ἀλληλούϊα.



Ῥήμασι θεοφθόγγοις, μαθητρίας σου μῆτερ, ἐδίδασκες σεπτῷ σου σεμνείῳ, καὶ ἡ χάρις σκηνοῦσα ἐν σοί, οἰκονόμον ἄριστον ψυχῶν σ’ ἔδειξεν,γλυκύτητι τῶν λόγων σου, ἑλκυούσαν λαὸν ὃς αἴνει·



Χαῖρε,σημεῖον τοῦ Παρακλήτου·



χαῖρε,πολίτις τοῦ Παραδείσου.



Χαῖρε,τῶν οἰκείων θεῖον ὡράϊσμα·



χαῖρε,ὁμωνύμων σου ἔκτακτον κλέϊσμα.



Χαῖρε,πάνσεπτον διάδημα, βιοτῆς παρθενικῆς·



χαῖρε,πάμφωτον παράδειγμα, ἀγωγῆς ἀσκητικῆς.



Χαῖρε,ἀκτημοσύνης καὶ τῆς νήψεως λύχνος·



χαῖρε,ὀρθοδοξίας τηλαυγέστατος πύργος.



Χαῖρε,κανὼν εὐχῆς ὁ εὐθύτατος·



χαῖρε,πιστῶν προστάτις ἀκοίμητος.



Χαῖρε,ὁρῶσα Νυμφίου σου κάλλους·



χαῖρε,πληροῦσα εὐχὰς δεομένων.



Χαίροις,μῆτερ θεόληπτε.



Σύστημα τῶν παρθένων, σὲ ὑμνεῖ καὶ δοξάζει, Μακρῖνα ὡς ὑπόδειγμα θεῖον,πολιτείαν γὰρ ἔσχες σεμνήν, ταῖς ῥοαῖς τῶν δακρύων σου σεπτὴ σβήσασα, ἀρχαῖον τὸ χεόγραφον, ἀπαύστως τῷ Θεῷ βοῶσα·



Ἀλληλούϊα.



Τόμος τῆς σωφροσύνης, ἐγκρατείᾳ συντόνῳ, ἐν νήψει καὶ εὐχῇ ἀνεδείχθης, καὶ μετέστης εἰς ὄντως ζωήν, καθορῶσα φῶς τὸ ἱλαρὸν ἔνδοξε,διό σου τὰ παλαίσματα, γεραίροντες ἀναβοῶμεν·



Χαῖρε,μεγάλη ἡμῶν προστάτις·



χαῖρε,Ἀγγέλων συμπαραστάτις.



Χαῖρε,τῶν γονέων σου ἔνδοξον βλάστημα·



χαῖρε,ἀδελφῶν σου ὑπέρτιμον καύχημα.



Χαῖρε,πρέσβειρα ἡ ἄγουσα, τὰς αἰτήσεις πρὸς Θεόν·



χαῖρε,σκέπη καὶ βοήθεια, ὁμωνύμων ἐκ βροτῶν.



Χαῖρε,ὅτι ἀΰλων δωρεῶν ἠξιώθης·



χαῖρε,ὅτι προστάτις μοναστῶν κατεστάθης.



Χαῖρε,Χριστοῦ ἡ ζήσασα ἔρωτι·



χαῖρε,Ἁγίῳ λάμψασα Πνεύματι.



Χαῖρε,τρυφὴ τῶν πιστῶς σε καλούντων·



χαῖρε,τροφὴ τῶν πρὸς σὲ κραυγαζόντων.



Χαίροις, μῆτερ θεόληπτε.



Ὕμνοις καὶ ψαλμωδίαις, μοναστῶν αἱ χορεῖαι,ἐκήδευσαν σὸν πάνσεπτον σκῆνος, καὶ θαυμάτων αἰτία πολλῶν, ἡ σωρός σου γέγονε πιστοῖς πάμφωτε, ἰάσεις τε καὶ χάριτας, πηγάζουσα τοῖς εὐχομένοις·



Ἀλληλούϊα.



Φύλαττε ἐκ κινδύνων, ὁμωνύμους σου μῆτερ,διὰ τῶν ἱερῶν πρεσβειῶν σου, καὶ χορήγει καρδίαις αὐτῶν, καθαροὺς Μακρῖνα λογισμοὺς ὅθεν νῦν, εἰκόνι σου προσπίπτομεν, καὶ πόθῳ σοι λαλοῦμεν ταῦτα·



Χαῖρε,ὁ τύπος τῆς καρτερίας·



χαῖρε,ὁ οἶκος τῆς ἡσυχίας.



Χαῖρε,ἡ ἐν σώματι ζῶσα ὡς ἄϋλος·



χαῖρε,ἐν σαρκὶ ἡ ἀσκοῦσα ὡς ἄσαρκος.



Χαῖρε,κρήνη ἡ ἐκβρύουσα, ἀρετὰς παντοειδεῖς·



χαῖρε,στήλη ἡ παρέχουσα, δωρεὰς θεοειδεῖς.



Χαῖρε,ἡ καθαιροῦσα ἁμαρτίας τὸν ῥῦπον·



χαῖρε,ἡ ἀναιροῦσα τοῦ βελίαρ τὰ βέλη.



Χαῖρε Ἀμμᾶ, μητέρων γενέτειρα·



χαῖρε,καλὴ πρὸς Κύριον πρέσβειρα.



Χαῖρε,δι’ ἧς παρθενία τιμᾶται·



χαῖρε,δι’ ἧς ματαιότης νικᾶται.



Χαίροις,μῆτερ θεόληπτε.



Χαίροις ἐν Παραδείσῳ, τρισολβία Μακρῖνα, χαρὰν τὴν ἀνεκλάλητον ὄντως, γενομένη οὖν ξύλου ζωῆς, σὺν Ἀγγέλοις ἵστασαι Χριστῷ ἄῤῥητον, τὴν δόξαν κατοπτέουσα, καὶ ψάλλουσα ἐν κατανύξει·



Ἀλληλούϊα.



Ψάλλοντές σου τὴν μνήμην, ἐξυμνοῦμέν σε μῆτερ,ὡς λύχνον καὶ φανὸν τῶν παρθένων, τὰς γὰρ κέλλας ἀόκνως φρουρεῖς, καὶ σαρκὸς πειρασμοὺς ἀπωθεῖς σώζουσα, ζηλοῦντάς σου τὴν ἄσκησιν, καὶ ᾄδοντας πρὸς σὲ τοιαῦτα·



Χαῖρε,νηστείας ἡ ποδηγέτις·
χαῖρε, κακίας ἡ ἀναιρέτις.



Χαῖρε,σαρκικοὺς πειρασμοὺς ἡ διώκουσα·



χαῖρε,ῥυπαροὺς λογισμοὺς ἡ καθαίρουσα.



Χαῖρε,τάχιστα κουφίζουσα, τὰς καρδίας μοναστῶν·



χαῖρε,πύλη ἡ ἐλέγχουσα, τὰς ἐφόδους τῶν ἐχθρῶν.



Χαῖρε,ἡ ὑπερόπτις ἐπιγείων ἡδέων·



χαῖρε,ἡ καθαιρέτις ἀκαθάρτων δαιμόνων.



Χαῖρε,ἀστὴρ φωτίζων μονάζοντας·



χαῖρε,ζωῆς ἁγίας παράδειγμα.



Χαῖρε,ὑμνούντων σε δόξα καὶ ῥῦστις·



χαῖρε,κἀμοῦ προστασία μεγίστη.



Χαίροις,μῆτερ θεόληπτε.



Ὢ θεόληπτε μῆτερ, μοναζόντων τὸ κλέος,Μακρῖνα τοὺς πιστούς σου εὐλόγει (γ΄)· ἔγνωμέν σε πρεσβείαν θερμήν, ἀληθῶς πρὸς Ἅγιον Θεὸν Κύριον, ᾧ πάντες ἀναμέλπομεν, φωνῇ εὐλαβικῇ τὸν ὕμνον·



Ἀλληλούϊα.

Πέρι της γυναίκας όπου κολάσθηκε ,επειδή άφησε μια αμαρτία

Σε ένα κάστρο ζούσε γυναίκα ευγενέστατη και πλούσια,οπου έπραξε αισχρότατο αμάρτημα και δεν το είπε σε κανέναν πνευματικό απο την ντροπή της πράξεως της,για να μην το μάθεις άλλος κανείς.Μια ημέρα έτυχε να περνάει ένας ξένος ιερομόναχος με τον υποτακτικό του,όπου πήγαιναν να προσκυνήσουν τον άγιο τάφο,και βλέποντας αυτούς η γυναίκα σε μια εκκλησία όπου έκαναν εορτή και λειτούργησε ο πνευματικός,έβαλε στον νου της να εξομολογηθεί σε αυτόν,ήταν ξένος και δεν την ήξερε. Αφού πήγαν σε ένα μέρος του Ναού,άρχισε να λέει τις αμαρτίες της. όταν θέλησε να πεί εκείνο το μέγα ανόμημα,της ήρθε τόσο μεγάλη ντροπή εκ διαβολικής συνεργείας,όπου κοκκίνισε και δεν μπορουσε να το πεί.
Ο δε υποτακτικός του πνευματικού ήταν απλός και ενάρετος άνθρωπος και απο μακριά στεκούμενος έβλεπε πως έβγαινε απο το στόμα της γυναίκας ένα φίδι για κάθε αμάρτημα όπου εξομολογούταν και ύστερα απο αυτά είδε ένα μεγάλο φίδι όπου έβγαλε τρείς φορές την κεφαλήν του για να βγεί απο το στόμα της έπειτα σύρθηκε μέσα και δεν ξαναβγήκε. Τότε είδε και τα μικρότερα φίδια που είχαν βγεί απο το στόμα της να ξαναμπαίνουν στο στόμα αυτής γιατί δεν είπε και το άλλο αμάρτημα.Αφού της διάβασε την συγχωρετική ευχή ο Πνευματικός η γυναίκα έφυγε.ο δε υποτακτικός του είπε αυτα που είδε στον εξομολόγο και αυτός κατάλαβε την υπόθεση και ξεκίνησε να βρεί την γυναίκα για να της φανερώσει την οπτασία προς αυτήν και να την παρακινήσει να φανερώσει και το άλλο ανόμημα,και πηγαίνοντας προς το σπίτι αυτής την βρήκε πεθαμένη. κλαιόμενος έκανε προσευχή στον Κύριο για την ψυχή της τι απέγινε.Και ιδού είδε αυτήν καθεζόμενην επάνω σε έναν φοβερό δράκοντα και δύο άλλα φίδια να την έχουν περικυκλώσει και της έδιναν πόνο ανείκαστο.Τότε είπε σε αυτους: -Εγώ ειμαι η άσεμνη γυναίκα,όπου εξομολογήθηκα σήμερα και επειδή δεν είπα ένα ανόμημα που έπραξα,με παρέδωσε ο Κριτής,να με θανατώσει αυτός ο δράκος και να φολογίζομαι σε ατελείωτη κόλαση,διότι με περίμενε τόσο καιρό να το ομολογήσω και εγώ απο την ντροπή μου το έκρυψα.Και τώρα δεν έχω ελπίδα σωτηρίας καμία η ταλαίπωρη.Αυτά αφού είπε έγινε άφαντη.....
Για αυτό αδελφοί μην αμελούμε την εξομολόγηση,την κάθαρση της ψυχής που μόνο μέσω αυτης θα φτάσουμε στην σωτηρία,μην κρύβουμε αμαρτήματα απο την ντροπή μας την ώρα της εξομολόγησης που βρίσκομαστε στον ίδιο τον Θεό μπροστά,διότι την μετάνοια την δίνει ο Θεός ,την ντροπή ο πονηρός.
 

Αγάπιου Λανδού- Βιβλίο -
(Απο το AMAΡΤΩΛΩΝ ΣΩΤΗΡΙΑ)

Xαιρετισμοι Ἅγιος Ἀντώνιος Βεροίας




( Iανουαρίου 17)


(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)


Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.


Τὸν ἐν τῇ Σκήτει τῆς Βεῤῥοίας διαλάμψαντα, καὶ τὸν θαυμάτων δοξασθέντα ταῖς δυνάμεσι, ὡς ἰσάγγελον τιμήσωμεν ἐν τῷ βίῳ· τῷ Σωτῆρι γὰρ ἀμέμπτως ἠκολούθησε, καὶ παρέχει παρ’ Αὐτοῦ τὴν χάριν ἄφθονον, τοῖς κραυγάζουσι· χαίροις Πάτερ Ἀντώνιε.


Ἄσαρκος ἐν ἀσκήσει, μετὰ σώματος ὤφθης, Ἀντώνιε ὁσίως βιώσας (γ΄), καὶ παρὰ Κυρίου δοξασθείς, παρέχεις ἀεὶ ταχεῖαν βοήθειαν, τοῖς σπεύδουσι τῇ σκέπῃ σου καὶ εὐλαβῶς σοι ἐκβοῶσι·



Χαῖρε, Χριστοῦ ὁ θεῖος θεράπων·

χαῖρε, φωτὸς ἀΰλου θεάμων.

Χαῖρε, τῶν ἀρχαίων Ὁσίων ὁμότροπος·

χαῖρε, τῶν ἀΰλων Ἀγγέλων ἰσότιμος.

Χαῖρε, ὕψος τῆς ἀσκήσεως, σώματι ἐν ὑλικῷ·

χαῖρε, βάθος τῆς φρονήσεως, ἐν νοΐ πνευματικῷ.

Χαῖρε, ὅτι ἐν ὕλῃ ὡς ἀσώματος ὤφθης·

χαῖρε, ὅτι ἀΰλων χαρισμάτων ἐπλήσθης.

Χαῖρε, λαμπρὸν τῆς Βέῤῥοιας καύχημα·

χαῖρε, σεπτῶν μοναζόντων αὔχημα.

Χαῖρε, δι’ οὗ ὁ ἐχθρὸς κατεβλήθη·

χαῖρε, δι’ οὗ πᾶς πιστὸς ἐλαμπρύνθη.


Χαίροις Πάτερ Ἀντώνιε.



Βίον ἔνθεον ἔχων, ἐκ παιδὸς θεοφόρε, ἐτρώθης τῇ ἀγάπῃ Κυρίου, καὶ χαίρειν τῖς ἐν κόσμῳ εἰπών, ἀκολουθεῖν ἠρετίσω τῷ Κτίστῃ σου, ᾧ ἀκλινῶς ἑπόμενος, Ἀντώνιε πιστῶς ἐβόας·


Ἀλληλούϊα.


Γνώσει λελαμπρυσμένος, ἐκ νεότητος θείᾳ, προσῆλθες ὁλοτρόπῳ καρδίᾳ, τῇ ἐν τῇ περαίᾳ Μονῇ, τὸν τοῦ Κυρίου σταυρὸν ἄρας Ὅσιε, ἐν ᾧ ἐνδυναμούμενος, ἰσχὺν παρέχεις τοῖς βοῶσι·


Χαῖρε, τῆς θείας ἀγάπης ἄνθος·

χαῖρε, Ὁσίων Πατέρων τύπος.

Χαῖρε, ἐγκρατείας λαμπρὰ ὑποτύπωσις·

χαῖρε, πολιτείας ὁσίας ἀκρίβωσις.

Χαῖρε, θεῖον ἐνδιαίτημα οὐρανίων ἀρετῶν·

χαῖρε, σκεῦος καθαρώτατον χαρισμάατων θεϊκῶν.

Χαῖρε, ὅτι παιδιόθεν τῷ Χριστῷ ἀνετέθης·

χαῖρε, ὅτι θεόθεν ἱερῶς ἐδοξάσθης.

Χαῖρε, λαμπὰς τῆς θείας ἀσκήσεως· χαῖρε,

κρατὴρ ναμάτων τῆς χάριτος.

Χαῖρε, Χριστὸν ἐκ παιδὸς ἀγαπήσας·

χαῖρε, ἐχθροῦ τὰς ὁρμὰς καταργήσας.



Χαίροις Πάτερ Ἀντώνιε.


Δύναμιν οὐρανόθεν, δεχόμενος θεόφρον, ἐχώρεις πρὸς τὰ πρόσω· προθύμως καὶ τοῖς ἀδελφοῖς ὑπογραμμὸς ἐν κοινοβίῳ ἐγένου Ἀντώνιε· τοὺς πάντας γὰρ διήγειρας, τῷ δυναμοῦντί σε κραυγάζειν·


Ἀλληλούϊα.


Ἔνθους ὅλος ἐδείχθης, ἀναβάσεσι θείαις, ἀρθεὶς πρὸς ὑψηλὰς θεωρίας, καὶ τοῦ Προδρόμου μιμητής, ὡς πτερωθεὶς θείῳ ἔρωτι γέγονας· διό σε μακαρίζοντες, Ἀντώνιε ἀναβοῶμεν·



Χαῖρε, πολίτης ὁ τῆς ἐρήμου·

χαῖρε, ὁ μύστης ὁ τοῦ Κυρίου.

Χαῖρε, Ἠλιοὺ τοῦ Θεσβίτου ὁμόζηλος·

χαῖρε, Βαπτιστοῦ ἐν τῷ βίῳ ὁμότροπος.


Χαῖρε, ἔξω τῆς αἰσθήσεως, γεγονὼς ἐν ἀρεταῖς·

χαῖρε, ἔμπλεως τῆς χάριτος, πράξεσιν ἀσκητικαῖς.

Χαῖρε, σαρκὸς νεκρώσας τὸ φρόνημα·

χαῖρε, ἐχθρῶν ἐκκρούσας τὸ ὅρμηνα.

Χαῖρε, κανὼν ἡσυχίας τελείας·

χαῖρε, λαμπτὴρ πολιτείας ὁσίας.



Χαίροις Πάτερ Ἀντώνιε.



Ζῶν ὡς ἄσαρκος Πάτερ, ἀπορκήμνῳ σπηλαίῳ, καὶ μόνῳ τῷ Θεῷ προσανέχων, ἄγνωστος ἐτέλεις τοῖς πιστοῖς, τῷ Δεσπότῃ τῶν ὅλων γινωσκόμενος, ᾧ νυχθημερὸν Ὅσιε, ἐβόας ζεούσῃ τῇ καρδίᾳ·


Ἀλληλούϊα.


Ἤρθης πρὸς ἀπαθείας, τὸ ἀκρότατον ὕψος, ἐκβὰς τῶν γεηρῶν φρονημάτων· καὶ τὴν τῶν Ἀγγέλων βιοτήν, ἐν σπηλαίῳ διερχόμενος Ὅσιε, φωτὸς θείου πεπλήρωσαι, δι’ οὗ φωτίζεις τοὺς βοῶντας·



Χαῖρε, φωτὸς ἀΰλου δοχεῖον·

χαῖρε, χαρᾶς ἁγίας ταμεῖον.

Χαῖρε, ἀπαθείας λειμὼν εὐωδέστατος·

χαῖρε, ἀφθαρσίας ἐπόπτης καὶ μέτοχος.

Χαῖρε, ὅρος ὁ ἀκρότατος, ἡσυχίας ἀληθοῦς·

χαῖρε, λύχνος φαεινότατος, χάριτος τῆς θεαυγοῦς.


Χαῖρε, ὅτι Προδρόμου τὴν ζωὴν ἐμιμήσω·

χαῖρε, ὅτι Ὁσίων τὰς ἐλλάμψεις ἐκτήσω.

Χαῖρε, παθῶν νεκρώσας τὸ σκίρτημα·

χαῖρε, ἐχθρῶν ἐκτρέψας τὸ σύστημα.

Χαῖρε, ζωῆς λαμπηδὼν ἰσαγγέλου·

χαῖρε, τρυφῆς κοινωνὲ οὐρανίου.



Χαίροις Πάτερ Ἀντώνιε.



Θαυμάζων τῆς βιοτῆς σου, ἱερεὺς ὁ θεόφρων, τὸν τρόπον καὶ τὸ σύντονον Πάτερ, διηκόνει σοι πανευλαβῶς, ἐν τῷ σπηλαίῳ ἠρέμα προσιών σοι· ὡς ἄγγελον γὰρ Ὅσιε, ἑώρα σε Θεῷ ψάλλων·


Ἀλληλούϊα.


Ἴσχυσας ἐν δυνάμει, καὶ ῥοπῇ θεοσδότῳ, ἑλεῖν τῶν ἀκαθάρτων πνευμάτων, τὰς ἐν τῷ σπηλαίῳ προσβολάς, καὶ τὰς ποικίλας ὁρμὰς καὶ τεχνάσματα· διὸ ὡς νικηφόρον σε, ἐν πᾶσι τιμῶντες βοῶμεν·


Χαῖρε, ἡ στήλη τῆς ἡσυχίας·

χαῖρε, ἡ πέτρα τῆς καρτερίας.


Χαῖρε, οὐρανίου ἰσχύος θησαύρισμα·

χαῖρε, τῆς μανίας τοῦ πλάνου κατάπτωμα.

Χαῖρε, ἔρεισμα ἀκράδαντον, κλονουμένων καρδιῶν·

χαῖρε, σύντριμμα παντέλειον, ἐχθρικῶν ἐπιβουλῶν.


Χαῖρε, ὅτι βελίαρ τὰς ὁρμὰς διαλύεις·

χαῖρε, ὅτι καρδίας εὐσεβούντων ῥωννύεις.


Χαῖρε, ἐχθροῦ νικήσας τὸ φρύαγμα·

χαῖρε, θεσμῶν χειρόνων ἐκνίκημα.

Χαῖρε, ἰσχὺν δεδεγμένος τὴν θείαν·

χαῖρε, ὀφρὺν κατασπῶν ὀλεθρία.



Χαίροις Πάτερ Ἀντώνιε.


Κρότους καὶ τοὺς θορύβους, καὶ πολέμους ποικίλους, μηδόλως πτοηθεὶς τῶν δαιμόνων, ἐν ἡσυχίᾳ καὶ προσευχῆ, ἐν τῷ σπηλαίῳ ἀνύμνεις τὸν Κύριον, ἐν χρόνοις πλείστοις Ὅσιε, ψάλλων Αὐτῶ ἐν εὐφροσύνῃ·


Ἀλληλούϊα.


Λάμψας ἐν τοῖς Ὁσίοις, ὡς νεόφωτον ἄστρον, Ἀντώνιε ὁσίᾳ ἀσκήσει, καταυγάζεις θαυμάτων αὐγαῖς, Ἐκκλησίαν ὀρθόδοξον Ὅσιε, ἥτις ἀνευφημοῦσά σε βοᾷ σοι ὁμοφώνως ταῦτα·


Χαῖρε, ὁ νέος ἐν τοῖς Ὁσίοις·

χαῖρε, ὁ μέγας ἐν θαυμασίοις.

Χαῖρε, Ἐκκλησίας ἀστὴρ ὁ νεόφωτος·

χαῖρε, τῶν Ἁγίων ἁπάντων ὁμόσκηνος.

Χαῖρε, φῶς δεχθεὶς τὸ ἄϋλον, τῇ εὐθείᾳ σου ψυχῇ·

χαῖρε, φῶς ἐκλάμπων χάριτος, τοῖς τιμῶσί σε ἀεί.



Χαῖρε, Μακεδονίας ἱερώτατον ἔρνος·

χαῖρε, Ὀρθοδοξίας θεοδώρητον κλέος.

Χαῖρε, στεῤῥὸν Βεῤῥοιέων στήριγμα·

χαῖρε, σεμνὸν ὀρθοδόξων Ὕμνημα.

Χαῖρε, πιστῶν τὰς καρδίας λαμπρύνων·

χαῖρε, ἐχθρῶν τὴν καρδίαν ἑλκύων.

Χαίροις Πάτερ Ἀντώνιε.


Μένων ἐν τῷ σπηλαίῳ, χρόνοις πλείστοις ἀνδρείως, ἀνῆλθες πρὸς οὐράνιον ὕψος, ἀῤῥήτων Πάτερ θεωριῶν, καὶ τρισαυγέσιν ἐκράθης ἐλλάμψεσι, θεωθεὶς κατὰ μέθεξιν· διὸ καὶ ἔψαλλες Κυρίῳ·


Ἀλληλούϊα.



Νοῦν τὸν σὸν ἐκκαθάρας, τῇ συντόνῳ ἀσκήσει, Ἀντώνιε Ὁσίων λαμπρότης, ἐν πεντήκοντα ἐνιαυτοῖς, αὐτομάτοις ἐτρέφου χόρτοις Ἅγιε· καὶ νοῦν εὐφραίνεις ἅπαντας, τῇ χάριτί σου τοὺς βοῶντας·



Χαῖρε, ὁ ἄσαρκος ἐν ἀσκήσει·

χαῖρε, ὁ ἔνυλος ἐν ἀΰλοις.

Χαῖρε, ὁ τῶν ὅρων ἐκβὰς τῶν τῆς φύσεως·

χαῖρε, ὁ τὸν λόγον πληρώσας τοῦ Κτίσαντος.




Χαῖρε, ὁ τῶν Ἀγγέλων μιμητὴς πολιτείας·

χαῖρε, ὁ τῆς τελείας ἐραστὴς ἡσυχίας.

Χαῖρε, φωτὸς τοῦ θείου κειμήλιον·

χαῖρε, ἡμῶν τὸ μέγα προσφύγιον.

Χαῖρε, δι’ οὗ Βεῤῥοιεῖς ἐγκαυχῶνται·

χαῖρε, δι’ οὗ ἀσθενεῖς ἐξιῶνται.

Χαίροις Πάτερ Ἀντώνιε.



Ξένος πάντῃ ὡράθης, Ἀντώνιε τοῦ κόσμου, τῇ ξένῃ πολιτείᾳ σου Πάτερ, καὶ πᾶσαν ἐξένισας ψυχήν, ὁπηνίκα μετὰ τέλος ἐγνώρισαι· ξένοις θαυμασίοις γάρ, ἐξέπληκας τοὺς ἐκβοῶντας·



Ἀλληλούϊα.


Ὅτε ὀμφῇ ἁγίᾳ, θηρευταὶ ἐν σπηλαίῳ, ἴθυναν τὴν ἑαυτῶν πορείαν, εὗρον ὥσπερ θεῖον θησαυρόν, τὸ σεπτόν σου κατακείμενον λείψανον, τότε τοῦτο ἐγνώρισαν, τοῖς εὐσεβέσιν ἐκβοῶσι·



Χαῖρε, τὸ σκεῦος τοῦ Παρακλήτου·

χαῖρε, τὸ δένδρον τοῦ Παραδείσου.

Χαῖρε, ὁ ἀνύσας τὸν βίον σου ἄγνωστος·

χαῖρε, ὁ τοῖς πᾶσι γνωσθεὶς πλήρης χάριτος.

Χαῖρε, ἄνθρωπε οὐράνιε, μοναζόντων καλλονή·

χαῖρε, ἄγγελε ἐπίγειε, Βεῤῥοιέων χαρμονή.


Χαῖρε, ὅτι εὔφραίνεις τοὺς πιστοὺς τῷ σῷ σκήνει·

χαῖρε, ὅτι ἰᾶσαι τῶν ψυχῶν τὴν ὀδύνην.

Χαῖρε, χαρὰν διδοὺς ἡμῖν κρείττονα·

χαῖρε, πιστῶν σωτήριον ἴαμα.

Χαῖρε, καλῶς τὸν ἀγῶνα ἀνύσας·

χαῖρε, μονὰς οὐρανίους οἰκήσας.

Χαίροις Πάτερ Ἀντώνιε.



Πλήρεις χαρᾶς ἁγίας, καὶ πολλῆς θυμηδίας, ἀνήγγειλαν τῇ πόλει Βεῤῥοίας, τὴν τοῦ λειψάνου σου εὕρεσιν, οἱ εὐλαβεῖς θηρευταὶ Πάτερ Ὅσιε, καὶ πάντες ἐπευφράνθησαν, τῷ Σωτῆρι Χριστῷ βοῶντες·



Ἀλληλούϊα.


Ῥήσεσιν ἐγκωμίων, καὶ ὕμννοις θεηγόροις, ὑμνοῦντες τὴν Ἁγίαν Τριάδα, προσῆλθον τῷ σπηλαίῳ θᾶττον, ὁ ποιμενάρχης σὺν τῇ ποίμνῃ Ὅσιε, καὶ τῷ σεπτῷ λειψάνῳ σου προσπίπτοντες πιστῶς ἐβόων·



Χαῖρε, τὸ μύρον τῆς εὐωδίας·

χαῖρε, ὁ μύστης τῆς ἐγκρατείας.


Χαῖρε, τῶν Ὁσίων τῶν πάλαι ἐφάμιλλος·

χαῖρε, ὁ ἐν βίῳ ἁγίῳ ἰσάγγελος.

Χαῖρε, ὅτι ὑπερέλαμψας, ἐν ἀσκήσει θαυμαστῇ·

χαῖρε, ὅτι διετέλεσας, ἄγνωστος τοῖς ἐν τῇ γῇ.




Χαῖρε, δεδοξασμένε ἄνθρωπε τοῦ Κυρίου·

χαῖρε, πεπληρωμένε ἁγιάσματος θείου.


Χαῖρε, πιστῶν εὐφράνας τὸ πλήρωμα·

χαῖρε, ζωῆς ἀφθάρτου τὸ ἴνδαλμα.

Χαῖρε, ψυχῶν ὁ ἐξαίρων τὸν ζόφον·

χαῖρε, παθῶν ὁ ἐκτρέπων τὸν πόνον.

Χαίροις Πάτερ Ἀντώνιε.


Σύροντες νεύματί σου, τὴν ἅμαξαν οἱ βόες, ἐν ᾗ τὸ σὸν πανάγιον σκῆνος, τῇ πόλει ἔφθασαν Βεῤῥοίας, καὶ τῷ σῷ οἴκῳ κατέπαυσαν Ἅγιε, ἐν ᾧ τοῦτο κατέθεντο, οἱ συμπολῖταί σου βοῶντες·



Ἀλληλούϊα.



Τίμιος ὄντως ὤφθη, ὁ σὸς θάνατος Πάτερ, ἐνώπιον Θεοῦ θεοφόρε· ἐντεῦθεν οὐρανίαις τιμαῖς, τὸ σὸν ἅγιον τετίμηται λείψανον, ᾧ πίστει προσερχόμενοι, ἁγιαζόμεθα βοῶντες·


Χαῖρε, Ἁγίων ὁ συμπολίτης·

χαῖρε, ὁ ἅγιος στεφανίτης.


Χαῖρε, ἁγιότητος πνέων τὴν εὔνοιαν·

χαῖρε, ἱλαρότητος νέμων τὴν εὔνοιαν.



Χαῖρε, ὅτι ἐν σοὶ γάνυνται Βεῤῥοιεῖς οἱ εὐσεβεῖς·

χαῖρε, ὅτι τῷ λειψάνῳ σου ἐξιῶνται ἀσθενεῖς.


Χαῖρε, τῶν Μακεδόνων ἐγκαλλώπισμα θεῖον·

χαῖρε, τῶν τρυχομένων ἐν πάθεσιν ἰατρεῖον.


Χαῖρε, τῆς σῆς πατρίδος ἐντρύφημα·

χαῖρε, παντὸς πιστοῦ ἀγαλλίαμα.

Χαῖρε, ὁρῶν τοῦ Σωτῆρος τὸ κάλλος·

χαῖρε, παθῶν ὁ κουφίζων τὸ ἄχθος.


Χαίροις Πάτερ Ἀντώνιε.


Ὕδωρ τῆς ἀφθαρσίας, ἐκ πηγῶν σωτηρίου, ἐπόμβρησον ἡμῖν θεοφόρε, καὶ σβέσον τὴν φλόγα τῶν παθῶν, τῶν προστρεχόντων τῷ ναῷ σου Ὅσιε, ὡς ἂν πάσης κακώσεως ῥυώμεθα οἱ ἐκβοῶντες·


Ἀλληλούϊα.


Φέγγει τῷ τρισηλίῳ, λαμπρυνόμενος άτερ, καὶ θείας κοινωνῶν μετουσίας, μὴ παύσῃ πρεσβεύων τῷ Χριστῷ, φθοροποιῶν παθῶν λυτροῦσθαι πάντοτε, Ἀντώνιε μακάρτιε, τοὺς ἐκβοῶντάς σοι τοιαῦτα·



Χαῖρε, Βεῤῥοίας ὁ πολιοῦχος·


χαῖρε, τῆς χάριτος λαμπαδοῦχος.


Χαῖρε, ἀντιλήπτωρ ἡμῶν ὁ θερμότατος·

χαῖρε, προστάτης καὶ πρόβολος.



Χαῖρε, θείων ἀπολαύσεων, ὑπὲρ φύσιν ἐντρυφῶν·

χαῖρε, θᾶττον τὴν ἀντίληψιν, τοῖς αἰτοῦσι χορηγῶν.

Χαῖρε, ὅτι βλυστάνεις ἰαμάτων τὴν χάριν·

χαῖρε, ὅτι ἐλαύνεις τῶν δαιμόνων τὴν βλάβην.


Χαῖρε, φθαρτῶν ἁπάντων ὑπέρτερε·

χαῖρε, γερῶν τῶν ἄνω συμμέτοχε.

Χαῖρε, ᾠδὴν τὴν τρισάγιον ᾄδων·

χαῖρε, φωτὶ τρισηλίῳ ἐκλάμπων.

Χαίροις Πάτερ Ἀντώνιε.

 
Χαίρει ἐγκαυχωμένη, ἡ σὲ ἐνεγκαμένη, Βέῤῥοια τῇ λαμπρᾷ σου ἀσκήσει, καὶ ὡς θησαυρὸν πολυτελῆ, τὴν σὴν κάραν σὺν τοῖς λοιποῖς λειψάνοις σου, πλουτοῦσα Πάτερ Ὅσιε, τῷ σὲ δοξάσαντι κραυγάζει·

Ἀλληλούϊα.



Ψάλλων σὺν τοῖς Ἀγγέλοις, τῇ Ἁγίᾳ Τριάδι, τὸν ὕμνον τὸν τρισάγιον Πάτερ, ἱκέτευε ἀεὶ σὺν αὐτοῖς, διδόναι ἡμῖν πταισμάτων συγχώρησιν, τοῖς πάντοτε προστρέχουσι τῇ πρεσβείᾳ σου καὶ βοῶσι·


Χαῖρε, Ἀντώνιε θεοφόρε·

χαῖρε, ἀείφωτε ἑωσφόρε.

Χαῖρε, θεωρὲ τῆς τοῦ Λόγου τερπνότητος·


χαῖρε, κοινωνὲ τῆς ἀΰλου λαμπρότητος.




Χαῖρε, κλέος καὶ ὑπόδειγμα εὐλαβῶν ἡσυχαστῶν·


χαῖρε, στήλη θεοτύπωτε, ἀσκητῶν θεοειδῶν.

Χαῖρε, τῶν μοναζόντων ὑποτύπωσις θεία·

χαῖρε, τῶν σὲ τιμώντων θαυμαστὴ προστασία.



Χαῖρε, δι’ οὗ παθῶν λυτρωθήσομαι·

χαῖρε, δι’ οὗ φωτὸς πληρωθήσομαι.

Χαῖρε, ἡμᾶς τῷ Κυρίῳ προσάγων·

χαῖρε, πρὸς Ὃν ἐκβοῶ ἀνακράζων.

Χαίροις Πάτερ Ἀντώνιε.


Ὢ τρισόλβιε Πάτερ, τῆς Βεῤῥοίας τὸ γέρας, Ἀντώνιε πάτέρων φαιδρότης (γ΄), τοὺς τὴν σὴν αἰνοῦντας βιοτήν, βιοτικῶν πειρατηρίων πάντοτε, ἀπάλλαττε πρεσβείαις σου, ὡς ἂν Θεῷ ἀεὶ βοῶμεν·

Ἀλληλούϊα.

Χαιρετισμοί της Αγίας Άννας



 Γέροντος Γερασίμου Μικραγιαννανίτου

Κοντάκιον.
Ήχος πλ.δ´. Τη Yπερμάχω στρατηγώ τα νικητήρια, ως λυτρωθείσα των δεινών, ευχαριστήρια, αναγράφω σοι η Πόλις σου, Θεοτόκε, αλλ' ως έχουσα το κράτος απροσμάχητον, εκ παντοίων με κινδύνων ελευθέρωσον ίνα κράζω σοι, Χαίρε, Νύμφη ανύμφευτε.

Τη του Σωτήρος ευκλεεί Προγόνω άσωμεν
τη πεπλησμένη δωρεών του θείου Πνεύματος
κατά χρέος εγκωμίων άσματα θεία·
ως τεκούσα γαρ Παρθένον την Πανάχραντον
αναβλύζει καθ’ εκάστην χάριν άφθονον
τοις κραυγάζουσι· Χαίροις, Άννα θεόκλητε.

ΟΙ ΟΙΚΟΙ

Άγγελος ουρανόθεν, καταπτάς της Παρθένου, μηνύει σοι την σύλληψιν Άννα, ήν τεκούσα εξ Ιωακείμ, την ευκαρπίαν εκφαίνεις της χάριτος· διό σου την λαμπρότητα, θαυμάζοντες βοώμεν ούτω·
Χαίρε, δι’ ής η χάρις δωρείται·
χαίρε, δι’ ής η πλάνη σοβείται.
Χαίρε, της εν νόμω λατρείας εκτύπωμα·
χαίρε, της μελλούσης ευκλείας προκήρυγμα.
Χαίρε, ύψος αγαπήσεως του Θεού των οικτιρμών·
χαίρε, βάθος καθαρότητος και παντοίων αρετών.
Χαίρε, ότι εν γήρα την Παρθένον βλαστάνεις·
χαίρε, ότι πλουσίως θείαν χάριν πηγάζεις.
Χαίρε, αυγή μελλούσης λαμπρότητος·
χαίρε, ακτίς της θείας χρηστότητος.
Χαίρε, δι’ ής ατεκνία νεκρούται·
χαίρε, δι’ ής ευφορία δηλούται.
Χαίροις, Άννα θεόκλητε.

Βλέπουσα η Προμήτωρ, εαυτήν εν στειρώσει, εβόησε τω πάντων Δεσπότη· λύσον Αδωναΐ Σαβαώθ, της ατεκνίας μου τα δεσμά δέομαι· και συλλαβούσα τέτοκεν, την τεκούσαν ώ εκβοώμεν·
Αλληλούϊα.

Γνώσιν άνωθεν σχούσα, Άννα Θεοπρομήτορ, εν γήρατι τεκείν θεία νεύσει, έχαιρες χαράν την αληθή, ως της χαράς την αιτίαν κυήσασα· διό της αθυμίας μου, το νέφος λύσον του βοάν σοι·
Χαίρε, η λύσις της αθυμίας·
χαίρε, η βρύσις της θυμηδίας.
Χαίρε, ατεκνίας φυγούσα το όνειδος·
χαίρε, παρθενίας τεκούσα το στέλεχος.
Χαίρε, θεϊκών προστάξεων πλήρωμα περιφανές·
χαίρε, ίνδαλμα της χάριτος θείον και θεοειδές.
Χαίρε, ότι εκφαίνεις την σωτήριον χάριν·
χαίρε, ότι εκτρέπεις απαιδίας την ζάλην.
Χαίρε, Θεώ αμέμπτως λατρεύουσα·
χαίρε, σεμνώς εν γήρατι τέξασα.
Χαίρε, Θεού θεοφόρε Προμήτορ·
χαίρε, ημών αληθής αντιλήπτωρ.
Χαίροις, Άννα θεόκλητε.

Δόξαν Θεού υμνούσα, Άννα Θεοπρομήτορ, συν τω Ιωακείμ τω συνεύνω, προσήγαγες τω θείω ναώ, τριετίζουσαν Παρθένον την Αχραντον, οία προσηύξω πρότερον, βοώσα πιστώς τω Κυρίω·
Αλληλούϊα.

Εντολαίς του Κυρίου, και τοίς τύποις του νόμου, ρυθμίζουσα την σήν πολιτείαν, θεράπαινα ώφθης του Θεού, και εναρέτων πράξεων υπόδειγμα, ω Αννα παμμακάριστε· διό σε τιμώντες βοώμεν·
Χαίρε, Θεού τον νόμον πληρούσα·
χαίρε, ημίν τα κρείττω τυπούσα.
Χαίρε, απαρχή της ημών αναπλάσεως·
χαίρε, θησαυρέ εσομένης ελλάμψεως.
Χαίρε, κλήμα ευφορώτατον των εν νόμω εντολών·
χαίρε, σκήνωμα πολύτιμον ουρανίων δωρεών.
Χαίρε, ότι εδέξω θείαν επαγγελίαν·
χαίρε, ότι προάγεις την Παρθένον Μαρίαν.
Χαίρε, εικών της εν νόμω πίστεως·
χαίρε, λαμπάς εντολών της χάριτος.
Χαίρε, πολλών χαρισμάτων πλημμύρα·
χαίρε, Θεού ενταλμάτων κινύρα.
Χαίροις, Άννα θεόκλητε.

Ζήσασα θεοφρόνως, Άννα Θεοπρομήτορ, ως μήτηρ της Μητρός του Σωτήρος, μετέστης προς τας άνω μονάς, και της εκ σου προελθούσης Θεόπαιδος, εκ δεξιών παρέστηκας, εκβοώσα τω σω εγγόνω·
Αλληλούϊα.

Ήρθης προς θείαν δόξαν, μεταστάσα του κόσμου, και της υπερκοσμίου χορείας, ηξιώθης Άννα θαυμαστώς, και τοις εν γη άσματικώς τιμώσί σε, χάριν παρέχεις άφθονον· ένθεν άπαντές σοι βοώμεν·
Χαίρε, φωτός του θείου δοχείον·
χαίρε, χαράς αλήκτου ταμείον.
Χαίρε, Τρισηλίου λαμπρότητος μέτοχος·
χαίρε, ζωηρρύτου φαιδρότητος έμπλεως.
Χαίρε, ότι απεκύησας την Μητέρα του Θεού·
χαίρε, ότι εγαλούχησας την τροφόν του Ποιητού.
Χαίρε, η μεταστάσα προς την άληκτον δόξαν·
χαίρε, η επαρθείσα προς την άλυτον χώραν.
Χαίρε, Θεού ορώσα την έλλαμψιν·
χαίρε, εχθρού νεκρούσα την έπαρσιν.
Χαίρε, πηγή ψυχοτρόφων ναμάτων·
χαίρε, πολλών παροχεύς ιαμάτων.
Χαίροις, Άννα θεόκλητε.

Θείων απαυγασμάτων, προϊόντων απαύστως, πηγής εκ Τριφαούς απορρήτως, οία Προμήτωρ του Λυτρωτού, πληρουμένη Άννα αειμακάριστε, λύσον παθών την ζόφωσιν, των ευλαβώς Θεώ βοώντων·
Αλληλούϊα.

Ίσχυσας εν τω γήρα, θεία επαγγελία, τεκείν την Θεοτόκον Μαρίαν, λυθείσα στειρώσεως δεσμών, ως εν σοί του Σαβαώθ ευδοκήσαντος· ένθεν χαράς επλήρωσας, τους εκβοώντάς σου τοιαύτα·
Χαίρε, χαράς την πηγήν τεκούσα·
χαίρε, ζωής αλήκτου τυχούσα.
Χαίρε, θεοφρόνων γυναίων αγλάϊσμα·
χαίρε, θεοσδότων χαρίτων θησαύρισμα.
Χαίρε, στήλη θεοτύπωτος σωφροσύνης αληθούς·
χαίρε, οίκος θείου Πνεύματος δια βίου ευαγούς.
Χαίρε, ότι κυΐσκεις του Θεού την καθέδραν·
χαίρε, ότι εκλύεις του εχθρού την ενέδραν.
Χαίρε, ψυχών αγίων ωράϊσμα·
χαίρε, παθών ποικίλων ιάτειρα.
Χαίρε, εχθρού καταργούσα το κράτος·
χαίρε, πιστοίς θείον νέμουσα θάρρος.
Χαίροις, Άννα θεόκλητε.

Κυήσασα την Παρθένον, και φυγούσα εν γήρα, στειρώσεως το όνειδος Άννα, χάριν είληφας παρά Θεού, ταίς στείραις διδόναι τέκνα εκάστοτε, πιστώς προσερχομέναις σοι, και ευλαβώς Θεώ βοώσαις·
Αλληλούϊα.

Λήξιν προς ουρανίαν, ως μετέστης εν δόξη, πλουσία μετοχή εθεώθης, και τώ ξύλω Άννα της ζωής, αποκατέστης απαύστως πρεσβεύουσα, χάριν δούναι και έλεος, τοίς ευλαβώς σοι εκβοώσι·
Χαίρε, η μήτηρ Μητρός Κυρίου·
χαίρε, η πτώσις εχθρού δολίου.
Χαίρε, των Δικαίων σεπτόν ακροθίνιον·
χαίρε, των Αγίων απάντων κειμήλιον.
Χαίρε, όρος ότι έτεκες το περίοπτον Θεού·
χαίρε, μήτηρ ότι γέγονας της Μητρός του Ποιητού.
Χαίρε, η γεωργούσα παρθενίας την χώραν·
χαίρε, η δρεπομένη την αΐδιον δόξαν.
Χαίρε, παθών οδύνας η παύουσα·
χαίρε, ψυχών τον ζόφον σκεδάζουσα.
Χαίρε, σεπτή μυροθήκη του νόμου·
χαίρε, Θεού η Προμήτωρ του Λόγου.
Χαίροις, Άννα θεόκλητε.

Μέγιστον έσχες κλέος, Άννα Θεοπρομήτορ, τεκούσα του Θεού την Μητέρα· διό μεγίστων εκ συμφορών, απαλλάττεις τους σοί προστρέχοντας, και προς ζωήν ανώλεθρον, κατευθύνεις τους εκβοώντας·
Αλληλούϊα.

Νόμου του Μωϋσέως, τα εντάλματα Άννα, πληρούσα ευθυτάτη καρδία, το πλήρωμα εν σοί προτυποίς, της του Ευαγγελίου θείας χάριτος, και διεγείρεις άπαντας, εκβοάν σοι εν ευφροσύνη·
Χαίρε, σελήνη παμφαεστάτη·
χαίρε, λυχνία τηλαυγεστάτη.
Χαίρε, λαμπρυνθείσα του νόμου ταις πράξεσι·
χαίρε, δοξασθείσα ταις άνωθεν χάρισι.
Χαίρε, τέμενος θεότευκτον επιπνοίας θεϊκής·
χαίρε, όργανον θεόλβιον ενεργείας μυστικής.
Χαίρε, ότι παρέχεις τέκνα ταις στειρευούσαις·
χαίρε, ότι βλυστάνεις χάριν ταις απορούσαις.
Χαίρε, Θεού η μάμμη η ένδοξος·
χαίρε, ημών προστάτις η ένθεος.
Χαίρε, πιστών χαρμονή μακαρία·
χαίρε, πασών γυναικών πανολβία.
Χαίροις, Άννα θεόκλητε.

Ξένον έσχηκας τόκον, εν τω γήρατι Άννα, τεκούσα του Θεού την Μητέρα, και ξένων ηξίωσας τιμών, των ανθρώπων το γένος τη κυήσει σου· διό σοι εποφείλομεν, χάριτας οι πόθω βοώντες·
Αλληλούϊα.

Όλη λελαμπρυσμένη, αρετών αγλαΐαις, μετέστης προς ζωήν την αγήρω, και τοις εν γη κατέλιπες σεμνή, ως ιατρείον το σώμά σου άσυλον, εξ ού τον θείον πόδα σου, πλουτούντες πιστώς σοι βοώμεν·
Χαίρε, η λύσις της απαιδίας·
χαίρε, η παύσις της ατεκνίας.
Χαίρε, των μητέρων το θείον εντρύφημα·
χαίρε, των δογμάτων των τύπων εκπλήρωμα.
Χαίρε, πλούτος θείας χάριτος και χρηστότητος πολλής·
χαίρε, άγιον θησαύρισμα συμπαθείας θεϊκής.
Χαίρε, ότι θαυμάτων ενεργείς τας δυνάμεις·
χαίρε, ότι δαιμόνων καταργείς παρατάξεις.
Χαίρε, Χριστόν κινούσα προς έλεος·
χαίρε, εχθρών απίστων ο έλεγχος.
Χαίρε, Θεού ευσπλαγχνίας πλημμύρα·
χαίρε, εχθρού καθαιρέτις τελεία.
Χαίροις, Άννα θεόκλητε.

Προφητών θεολήπτων, και Δικαίων απάντων, υπέρκεισαι Κυρίου Προμήτορ· ότι την τεκούσαν μετά σαρκός, τον υπερούσιον Λόγον εκύησας· μεθ’ ών απαύστως πρέσβευε, σώζεσθαι τους Θεώ βοώντας·
Αλληλούϊα.

Ρεύματα ασεβείας, εξηράνθησαν Άννα, τεκούσης σου Θεού ευδοκία, την τεκούσαν εν ύλη βροτών, την πηγήν της αιωνίου χρηστότητος, Χριστόν τον υπεράγαθον· διό σοι πάντες εκβοώμεν·
Χαίρε, το ρείθρον της ευφροσύνης·
χαίρε, ο λύχνος της σωφροσύνης.
Χαίρε, της απάτης ξηράνασα ρεύματα·
χαίρε, της σοφίας εκχέασα χεύματα.
Χαίρε, φως η διαυγάζουσα εντολών των του Θεού·
χαίρε, νύκτα η σκεδάζουσα των σκανδάλων του εχθρού.
Χαίρε, ότι ιάσαι χαλεπάς ασθενείας·
χαίρε, ότι βλυστάνεις γλυκασμόν αφθαρσίας.
Χαίρε, Θεού ελαία κατάκαρπος·
χαίρε, ηθών αγίων κυπάρισσος.
Χαίρε, σεμνή αγλαόκαρπος ρίζα·
χαίρε, ημών θυμηδίας αιτία.
Χαίροις, Άννα θεόκλητε.

Σώζε πάσης ανάγκης, και μανίας και βλάβης, ταις σαις προς τον Σωτήρα πρεσβείαις, τους πίστει τώ σεπτώ σου ναώ, προσιόντας και αιτούντας εκάστοτε, Άννα την σην αντίληψιν, και ευλαβώς Θεώ βοώντας·
Αλληλούϊα.

Την παρούσαν σου ποίμνην, την θερμώς προσκειμένην, τη ση Θεοπρομήτορ πρεσβεία, σκέπε εκ πάσης επιβουλής, και μανίας του δεινού κοσμοκράτορος, και δίδου ταύτη ένδοξε, την σην ειρήνην εκβοώση·
Χαίρε, το τείχος των ευσεβούντων·
χαίρε, η πτώσις των ανομούντων.
Χαίρε, των εν πόνοις κειμένων η λύτρωσις·
χαίρε, των εν νόσοις τελούντων η ίασις.
Χαίρε, όμμα το παρήγορον τεθλιμμένων καρδιών·
χαίρε, όνομα σωτήριον των εν θλίψεσι ψυχών.
Χαίρε, Θεοπρομήτορ Άννα δεδοξασμένη·
χαίρε, η φαινομένη τοις πιστώς αιτουμένοις.
Χαίρε, Αγίων εν μέσω λάμπουσα·
χαίρε, χαρίτων φέγγος αστράπτουσα.
Χαίρε, Χριστού καθορώσα το κάλλος·
χαίρε, εχθρού εκνευρούσα το κράτος.
Χαίροις, Άννα θεόκλητε.

Ύμνοις σου την αγίαν, μετάστασιν τιμώμεν, δοξάζοντες Χριστόν τον Σωτήρα, τον από γης σε και της φθοράς, προς αφθαρσίαν λαμπρώς μεταστήσαντα, ω πρέσβευε δεόμεθα, Άννα υπέρ των εκβοώντων·
Αλληλούϊα.

Φλέγει η ενοικούσα, και αεί προϊούσα, σεμνή εκ της σεπτής σου Εικόνος, χάρις η όντως ζωοποιός, των ακαθάρτων πνευμάτων τάς φάλαγγας, θεραπείαν και λύτρωσιν, παρέχουσα τοις εκβοώσι·
Χαίρε, πασχόντων η θεραπεία·
χαίρε, της ποίμνης σου προστασία.
Χαίρε, στειρεύουσης νηδύος η λύτρωσις·
χαίρε, αθυμούσης καρδίας η ίασις.
Χαίρε, ότι λύεις πάντοτε ατεκνίας τα δεσμά·
χαίρε, ότι παύεις θλίψεων και στειρώσεως δεινά.
Χαίρε, η χορηγούσα τέκνα τοις ατεκνούσι·
χαίρε, η ενδιδούσα ίαμα τοις νοσούσι.
Χαίρε, πιστών μητέρων το καύχημα·
χαίρε, σεμνών γυναίων το στήριγμα.
Χαίρε, λαού ευσεβούς ευφροσύνη·
χαίρε, ημών μυστική χαρμοσύνη.
Χαίροις, Άννα θεόκλητε.

Χαίρει η καυχωμένη, τη κλήσει σου τη αγία, η Σκήτη η παρούσα θεόφρον, και τη οξεία σου αρωγή, ρυομένη παντοίων περιστάσεων, κηρύττει σου τα θαύματα, Αννα τω Κυρίω βοώσα·
Αλληλούϊα.

Ψάλλοντες εν αινέσει, των σων προτερημάτων, τον πλούτον και την άφθονον χάριν, βοώμεν σοι Άννα εκ ψυχής· μη διαλίπης ημάς εποπτεύουσα, τους πόθω σε γεραίροντας, και εκτενώς σοι εκβοώντας·
Χαίρε, ο πλούτος των πτωχευόντων·
χαίρε, η σκέπη των Μοναζόντων.
Χαίρε, της παρούσης σου Σκήτης προσφύγιον·
χαίρε, Μοναστών αρραγές καταφύγιον.
Χαίρε, Άννα θεοδόξαστε των Δικαίων χαρμονή·
χαίρε, πάντων των τιμώντων σε θερμοτάτη αρωγή.
Χαίρε, η λυτρουμένη ημάς πάσης ανάγκης·
χαίρε, η ενεργούσα ιαμάτων δυνάμεις.
Χαίρε, δι’ ής παθών ιαθήσομαι·
χαίρε, δι’ ής φωτός πληρωθήσομαι.
Χαίρε, χαρά της παρούσης σου Σκήτης·
χαίρε, καμού έφορός τε και ρύστις.
Χαίροις, Άννα θεόκλητε.

Αγία Θεοπρομήτορ Άννα πρέσβευε υπέρ ημών.

Ω Προμήτορ Κυρίου, θεοδόξαστε Άννα, ημών καταφυγή εν ανάγκαις (εκ γ´.)· προσδέχου τας δεήσεις ημών, και αίτει ημίν φώς θείον και έλεος· θερμώς γαρ σοι προστρέχομεν, και τη Τριάδι εκβοώμεν·
Αλληλούϊα.

Κοντάκιον.
Ήχος πλ.δ´. Τη υπερμάχω στρατηγώ τα νικητήρια, ως λυτρωθείσα των δεινών, ευχαριστήρια, αναγράφω σοι η Πόλις σου, Θεοτόκε, αλλ' ως έχουσα το κράτος απροσμάχητον, εκ παντοίων με κινδύνων ελευθέρωσον ίνα κράζω σοι, Χαίρε, Νύμφη ανύμφευτε.
Τη του Σωτήρος ευκλεεί Προγόνω άσωμεν
τη πεπλησμένη δωρεών του θείου Πνεύματος
κατά χρέος εγκωμίων άσματα θεία·
ως τεκούσα γαρ Παρθένον την Πανάχραντον
αναβλύζει καθ’ εκάστην χάριν άφθονον
τοις κραυγάζουσι· Χαίροις, Άννα θεόκλητε.

Δίστιχον.

Άννα χαριτώνυμε χάριν μοι δίδου
Γερασίμω χαίρε σοι αναβοώντι.